Site uses cookies to provide basic functionality.

OK
ODES
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14
Prev Up Next
Chapter 9
Odes LXX 9:46  μεγαλύνει ἡ ψυχή μου τὸν κύριον
Odes LXX 9:47  καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου
Odes LXX 9:48  ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί
Odes LXX 9:49  ὅτι ἐποίησέν μοι μεγαλεῖα ὁ δυνατός καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ
Odes LXX 9:50  καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν
Odes LXX 9:51  ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν
Odes LXX 9:52  καθεῖλεν δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσεν ταπεινούς
Odes LXX 9:53  πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς
Odes LXX 9:54  ἀντελάβετο Ισραηλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους
Odes LXX 9:55  καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν τῷ Αβρααμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος
Odes LXX 9:68  προσευχὴ Ζαχαριου εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Ισραηλ ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ
Odes LXX 9:69  καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐν τῷ οἴκῳ Δαυιδ τοῦ παιδὸς αὐτοῦ
Odes LXX 9:70  καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων τῶν ἀπ’ αἰῶνος προφητῶν αὐτοῦ
Odes LXX 9:71  σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς
Odes LXX 9:72  ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ
Odes LXX 9:73  ὅρκον ὃν ὤμοσεν πρὸς Αβρααμ τὸν πατέρα ἡμῶν
Odes LXX 9:74  τοῦ δοῦναι ἡμῖν ἀφόβως ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας
Odes LXX 9:75  λατρεύειν αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας ἡμῶν
Odes LXX 9:76  καὶ σὺ δέ παιδίον προφήτης ὑψίστου κληθήσῃ προπορεύσῃ γὰρ πρὸ προσώπου κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ
Odes LXX 9:77  τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν ἀφέσει ἁμαρτιῶν ἡμῶν
Odes LXX 9:78  διὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν ἐν οἷς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους
Odes LXX 9:79  ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης