ODES
Chapter 11
| Odes | LXX | 11:10 | ἐγὼ εἶπα ἐν τῷ ὕψει τῶν ἡμερῶν μου πορεύσομαι ἐν πύλαις ᾅδου καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα | |
| Odes | LXX | 11:11 | εἶπα οὐκέτι οὐ μὴ ἴδω τὸ σωτήριον τοῦ θεοῦ ἐπὶ τῆς γῆς οὐ μὴ ἴδω ἄνθρωπον μετὰ κατοικούντων | |
| Odes | LXX | 11:12 | ἐξέλιπον ἐκ τῆς συγγενείας μου κατέλιπον τὸ λοιπὸν τῆς ζωῆς μου ἐξῆλθεν καὶ ἀπῆλθεν ἀπ’ ἐμοῦ ὥσπερ ὁ καταλύων σκηνὴν πήξας τὸ πνεῦμά μου παρ’ ἐμοὶ ἐγένετο ὡς ἱστός ἐρίθου ἐγγιζούσης ἐκτεμεῖν | |
| Odes | LXX | 11:13 | ἐν τῇ ἡμέρᾳ ἐκείνῃ παρεδόθην ἕως πρωὶ ὡς λέοντι οὕτως συνέτριψεν πάντα τὰ ὀστᾶ μου ἀπὸ γὰρ τῆς ἡμέρας ἕως τῆς νυκτὸς παρεδόθην | |
| Odes | LXX | 11:14 | ὡς χελιδών οὕτω φωνήσω καὶ ὡς περιστερά οὕτω μελετήσω ἐξέλιπον γὰρ οἱ ὀφθαλμοί μου τοῦ βλέπειν εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν κύριον | |
| Odes | LXX | 11:17 | εἵλου γάρ μου τὴν ψυχήν ἵνα μὴ ἀπόληται καὶ ἀπέρριψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας μου | |
| Odes | LXX | 11:18 | οὐ γὰρ οἱ ἐν ᾅδου αἰνέσουσίν σε οὐδὲ οἱ ἀποθανόντες εὐλογήσουσίν σε οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ᾅδου τὴν ἐλεημοσύνην σου | |
| Odes | LXX | 11:19 | οἱ ζῶντες εὐλογήσουσίν σε ὃν τρόπον κἀγώ ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω ἃ ἀναγγελοῦσιν τὴν δικαιοσύνην σου κύριε τῆς σωτηρίας μου | |