ODES
Chapter 12
Odes | LXX | 12:1 | κύριε παντοκράτωρ ὁ θεὸς τῶν πατέρων ἡμῶν τοῦ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ καὶ τοῦ σπέρματος αὐτῶν τοῦ δικαίου | |
Odes | LXX | 12:3 | ὁ πεδήσας τὴν θάλασσαν τῷ λόγῳ τοῦ προστάγματός σου ὁ κλείσας τὴν ἄβυσσον καὶ σφραγισάμενος τῷ φοβερῷ καὶ ἐνδόξῳ ὀνόματί σου | |
Odes | LXX | 12:5 | ὅτι ἄστεκτος ἡ μεγαλοπρέπεια τῆς δόξης σου καὶ ἀνυπόστατος ἡ ὀργὴ τῆς ἐπὶ ἁμαρτωλοὺς ἀπειλῆς σου | |
Odes | LXX | 12:7 | ὅτι σὺ εἶ κύριος ὕψιστος εὔσπλαγχνος μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ κακίαις ἀνθρώπων | |
Odes | LXX | 12:8 | σὺ οὖν κύριε ὁ θεὸς τῶν δικαίων οὐκ ἔθου μετάνοιαν δικαίοις τῷ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ τοῖς οὐχ ἡμαρτηκόσιν σοι ἀλλ’ ἔθου μετάνοιαν ἐμοὶ τῷ ἁμαρτωλῷ | |
Odes | LXX | 12:9 | διότι ἥμαρτον ὑπὲρ ἀριθμὸν ψάμμου θαλάσσης ἐπλήθυναν αἱ ἀνομίαι μου κύριε ἐπλήθυναν καὶ οὐκ εἰμὶ ἄξιος ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ πλήθους τῶν ἀδικιῶν μου | |
Odes | LXX | 12:10 | κατακαμπτόμενος πολλῷ δεσμῷ σιδήρου εἰς τὸ ἀνανεῦσαί με ὑπὲρ ἁμαρτιῶν μου καὶ οὐκ ἔστιν μοι ἄνεσις διότι παρώργισα τὸν θυμόν σου καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα στήσας βδελύγματα καὶ πληθύνας προσοχθίσματα | |
Odes | LXX | 12:13 | αἰτοῦμαι δεόμενός σου ἄνες μοι κύριε ἄνες μοι μὴ συναπολέσῃς με ταῖς ἀνομίαις μου μηδὲ εἰς τὸν αἰῶνα μηνίσας τηρήσῃς τὰ κακά μοι μηδὲ καταδικάσῃς με ἐν τοῖς κατωτάτοις τῆς γῆς ὅτι σὺ εἶ κύριε ὁ θεὸς τῶν μετανοούντων | |
Odes | LXX | 12:14 | καὶ ἐν ἐμοὶ δείξῃς τὴν ἀγαθωσύνην σου ὅτι ἀνάξιον ὄντα σώσεις με κατὰ τὸ πολὺ ἔλεός σου | |