PSALMS OF SOLOMON
Chapter 18
Psal | LXX | 18:1 | κύριε τὸ ἔλεός σου ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου εἰς τὸν αἰῶνα ἡ χρηστότης σου μετὰ δόματος πλουσίου ἐπὶ Ισραηλ | |
Psal | LXX | 18:2 | οἱ ὀφθαλμοί σου ἐπιβλέποντες ἐπ’ αὐτά καὶ οὐχ ὑστερήσει ἐξ αὐτῶν τὰ ὦτά σου ἐπακούει εἰς δέησιν πτωχοῦ ἐν ἐλπίδι | |
Psal | LXX | 18:3 | τὰ κρίματά σου ἐπὶ πᾶσαν τὴν γῆν μετὰ ἐλέους καὶ ἡ ἀγάπη σου ἐπὶ σπέρμα Αβρααμ υἱοὺς Ισραηλ | |
Psal | LXX | 18:4 | ἡ παιδεία σου ἐφ’ ἡμᾶς ὡς υἱὸν πρωτότοκον μονογενῆ ἀποστρέψαι ψυχὴν εὐήκοον ἀπὸ ἀμαθίας ἐν ἀγνοίᾳ | |
Psal | LXX | 18:5 | καθαρίσαι ὁ θεὸς Ισραηλ εἰς ἡμέραν ἐλέους ἐν εὐλογίᾳ εἰς ἡμέραν ἐκλογῆς ἐν ἀνάξει χριστοῦ αὐτοῦ | |
Psal | LXX | 18:6 | μακάριοι οἱ γενόμενοι ἐν ταῖς ἡμέραις ἐκείναις ἰδεῖν τὰ ἀγαθὰ κυρίου ἃ ποιήσει γενεᾷ τῇ ἐρχομένῃ | |
Psal | LXX | 18:7 | ὑπὸ ῥάβδον παιδείας χριστοῦ κυρίου ἐν φόβῳ θεοῦ αὐτοῦ ἐν σοφίᾳ πνεύματος καὶ δικαιοσύνης καὶ ἰσχύος | |
Psal | LXX | 18:8 | κατευθῦναι ἄνδρα ἐν ἔργοις δικαιοσύνης φόβῳ θεοῦ καταστῆσαι πάντας αὐτοὺς ἐνώπιον κυρίου | |
Psal | LXX | 18:10 | μέγας ἡμῶν ὁ θεὸς καὶ ἔνδοξος ἐν ὑψίστοις κατοικῶν ὁ διατάξας ἐν πορείᾳ φωστῆρας εἰς καιροὺς ὡρῶν ἀφ’ ἡμερῶν εἰς ἡμέρας καὶ οὐ παρέβησαν ἀπὸ ὁδοῦ ἧς ἐνετείλω αὐτοῖς | |
Psal | LXX | 18:11 | ἐν φόβῳ θεοῦ ἡ ὁδὸς αὐτῶν καθ’ ἑκάστην ἡμέραν ἀφ’ ἧς ἡμέρας ἔκτισεν αὐτοὺς ὁ θεὸς καὶ ἕως αἰῶνος | |