Site uses cookies to provide basic functionality.

OK
PSALMS OF SOLOMON
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18
Prev Up Next Toggle notes
Chapter 4
Psal LXX 4:1  ἵνα τί σύ βέβηλε κάθησαι ἐν συνεδρίῳ ὁσίων καὶ ἡ καρδία σου μακρὰν ἀφέστηκεν ἀπὸ τοῦ κυρίου ἐν παρανομίαις παροργίζων τὸν θεὸν Ισραηλ
Psal LXX 4:2  περισσὸς ἐν λόγοις περισσὸς ἐν σημειώσει ὑπὲρ πάντας ὁ σκληρὸς ἐν λόγοις κατακρῖναι ἁμαρτωλοὺς ἐν κρίσει
Psal LXX 4:3  καὶ ἡ χεὶρ αὐτοῦ ἐν πρώτοις ἐπ’ αὐτὸν ὡς ἐν ζήλει καὶ αὐτὸς ἔνοχος ἐν ποικιλίᾳ ἁμαρτιῶν καὶ ἐν ἀκρασίαις
Psal LXX 4:4  οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ πᾶσαν γυναῖκα ἄνευ διαστολῆς ἡ γλῶσσα αὐτοῦ ψευδὴς ἐν συναλλάγματι μεθ’ ὅρκου
Psal LXX 4:5  ἐν νυκτὶ καὶ ἐν ἀποκρύφοις ἁμαρτάνει ὡς οὐχ ὁρώμενος ἐν ὀφθαλμοῖς αὐτοῦ λαλεῖ πάσῃ γυναικὶ ἐν συνταγῇ κακίας ταχὺς εἰσόδῳ εἰς πᾶσαν οἰκίαν ἐν ἱλαρότητι ὡς ἄκακος
Psal LXX 4:6  ἐξάραι ὁ θεὸς τοὺς ἐν ὑποκρίσει ζῶντας μετὰ ὁσίων ἐν φθορᾷ σαρκὸς αὐτοῦ καὶ πενίᾳ τὴν ζωὴν αὐτοῦ
Psal LXX 4:7  ἀνακαλύψαι ὁ θεὸς τὰ ἔργα ἀνθρώπων ἀνθρωπαρέσκων ἐν καταγέλωτι καὶ μυκτηρισμῷ τὰ ἔργα αὐτοῦ
Psal LXX 4:8  καὶ δικαιώσαισαν ὅσιοι τὸ κρίμα τοῦ θεοῦ αὐτῶν ἐν τῷ ἐξαίρεσθαι ἁμαρτωλοὺς ἀπὸ προσώπου δικαίου ἀνθρωπάρεσκον λαλοῦντα νόμον μετὰ δόλου
Psal LXX 4:9  καὶ οἱ ὀφθαλμοὶ αὐτῶν ἐπ’ οἶκον ἀνδρὸς ἐν εὐσταθείᾳ ὡς ὄφις διαλῦσαι σοφίαν ἀλλήλων ἐν λόγοις παρανόμων
Psal LXX 4:10  οἱ λόγοι αὐτοῦ παραλογισμοὶ εἰς πρᾶξιν ἐπιθυμίας ἀδίκου οὐκ ἀπέστη ἕως ἐνίκησεν σκορπίσαι ὡς ἐν ὀρφανίᾳ
Psal LXX 4:11  καὶ ἠρήμωσεν οἶκον ἕνεκεν ἐπιθυμίας παρανόμου παρελογίσατο ἐν λόγοις ὅτι οὐκ ἔστιν ὁρῶν καὶ κρίνων
Psal LXX 4:12  ἐπλήσθη ἐν παρανομίᾳ ἐν ταύτῃ καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπ’ οἶκον ἕτερον ὀλεθρεῦσαι ἐν λόγοις ἀναπτερώσεως
Psal LXX 4:13  οὐκ ἐμπίπλαται ἡ ψυχὴ αὐτοῦ ὡς ᾅδης ἐν πᾶσι τούτοις
Psal LXX 4:14  γένοιτο κύριε ἡ μερὶς αὐτοῦ ἐν ἀτιμίᾳ ἐνώπιόν σου ἡ ἔξοδος αὐτοῦ ἐν στεναγμοῖς καὶ ἡ εἴσοδος αὐτοῦ ἐν ἀρᾷ
Psal LXX 4:15  ἐν ὀδύναις καὶ πενίᾳ καὶ ἀπορίᾳ ἡ ζωὴ αὐτοῦ κύριε ὁ ὕπνος αὐτοῦ ἐν λύπαις καὶ ἡ ἐξέγερσις αὐτοῦ ἐν ἀπορίαις
Psal LXX 4:16  ἀφαιρεθείη ὕπνος ἀπὸ κροτάφων αὐτοῦ ἐν νυκτί ἀποπέσοι ἀπὸ παντὸς ἔργου χειρῶν αὐτοῦ ἐν ἀτιμίᾳ
Psal LXX 4:17  κενὸς χερσὶν αὐτοῦ εἰσέλθοι εἰς τὸν οἶκον αὐτοῦ καὶ ἐλλιπὴς ὁ οἶκος αὐτοῦ ἀπὸ παντός οὗ ἐμπλήσει ψυχὴν αὐτοῦ
Psal LXX 4:18  ἐν μονώσει ἀτεκνίας τὸ γῆρας αὐτοῦ εἰς ἀνάλημψιν
Psal LXX 4:19  σκορπισθείησαν σάρκες ἀνθρωπαρέσκων ὑπὸ θηρίων καὶ ὀστᾶ παρανόμων κατέναντι τοῦ ἡλίου ἐν ἀτιμίᾳ
Psal LXX 4:20  ὀφθαλμοὺς ἐκκόψαισαν κόρακες ὑποκρινομένων ὅτι ἠρήμωσαν οἴκους πολλοὺς ἀνθρώπων ἐν ἀτιμίᾳ καὶ ἐσκόρπισαν ἐν ἐπιθυμίᾳ
Psal LXX 4:21  καὶ οὐκ ἐμνήσθησαν θεοῦ καὶ οὐκ ἐφοβήθησαν τὸν θεὸν ἐν ἅπασι τούτοις καὶ παρώργισαν τὸν θεὸν καὶ παρώξυναν
Psal LXX 4:22  ἐξάραι αὐτοὺς ἀπὸ τῆς γῆς ὅτι ψυχὰς ἀκάκων παραλογισμῷ ὑπεκρίνοντο
Psal LXX 4:23  μακάριοι οἱ φοβούμενοι τὸν κύριον ἐν ἀκακίᾳ αὐτῶν ὁ κύριος ῥύσεται αὐτοὺς ἀπὸ ἀνθρώπων δολίων καὶ ἁμαρτωλῶν καὶ ῥύσεται ἡμᾶς ἀπὸ παντὸς σκανδάλου παρανόμου
Psal LXX 4:24  ἐξάραι ὁ θεὸς τοὺς ποιοῦντας ἐν ὑπερηφανίᾳ πᾶσαν ἀδικίαν ὅτι κριτὴς μέγας καὶ κραταιὸς κύριος ὁ θεὸς ἡμῶν ἐν δικαιοσύνῃ
Psal LXX 4:25  γένοιτο κύριε τὸ ἔλεός σου ἐπὶ πάντας τοὺς ἀγαπῶντάς σε