Site uses cookies to provide basic functionality.

OK
IV MACCABEES
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18
Prev Up Next Toggle notes
Chapter 2
IV M LXX 2:1  καὶ τί θαυμαστόν εἰ αἱ τῆς ψυχῆς ἐπιθυμίαι πρὸς τὴν τοῦ κάλλους μετουσίαν ἀκυροῦνται
IV M LXX 2:2  ταύτῃ γοῦν ὁ σώφρων Ιωσηφ ἐπαινεῖται ὅτι διανοίᾳ περιεκράτησεν τῆς ἡδυπαθείας
IV M LXX 2:3  νέος γὰρ ὢν καὶ ἀκμάζων πρὸς συνουσιασμὸν ἠκύρωσε τῷ λογισμῷ τὸν τῶν παθῶν οἶστρον
IV M LXX 2:4  καὶ οὐ μόνον δὲ τὴν τῆς ἡδυπαθείας οἰστρηλασίαν ὁ λογισμὸς ἐπικρατεῖν φαίνεται ἀλλὰ καὶ πάσης ἐπιθυμίας
IV M LXX 2:5  λέγει γοῦν ὁ νόμος οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου οὐδὲ ὅσα τῷ πλησίον σού ἐστιν
IV M LXX 2:6  καίτοι ὅτε μὴ ἐπιθυμεῖν εἴρηκεν ἡμᾶς ὁ νόμος πολὺ πλέον πείσαιμ’ ἂν ὑμᾶς ὅτι τῶν ἐπιθυμιῶν κρατεῖν δύναται ὁ λογισμός ὥσπερ καὶ τῶν κωλυτικῶν τῆς δικαιοσύνης παθῶν
IV M LXX 2:7  ἐπεὶ τίνα τις τρόπον μονοφάγος ὢν τὸ ἦθος καὶ γαστρίμαργος ἢ καὶ μέθυσος μεταπαιδεύεται εἰ μὴ δῆλον ὅτι κύριός ἐστιν τῶν παθῶν ὁ λογισμός
IV M LXX 2:8  αὐτίκα γοῦν τῷ νόμῳ πολιτευόμενος κἂν φιλάργυρός τις ᾖ βιάζεται τὸν αὑτοῦ τρόπον τοῖς δεομένοις δανείζων χωρὶς τόκων καὶ τὸ δάνειον τῶν ἑβδομάδων ἐνστασῶν χρεοκοπούμενος
IV M LXX 2:9  κἂν φειδωλός τις ᾖ ὑπὸ τοῦ νόμου κρατεῖται διὰ τὸν λογισμὸν μήτε ἐπικαρπολογούμενος τοὺς ἀμητοὺς μήτε ἐπιρρωγολογούμενος τοὺς ἀμπελῶνας καὶ ἐπὶ τῶν ἑτέρων δὲ ἔστιν ἐπιγνῶναι τοῦτο ὅτι τῶν παθῶν ἐστιν ὁ λογισμὸς κρατῶν
IV M LXX 2:10  ὁ γὰρ νόμος καὶ τῆς πρὸς γονεῖς εὐνοίας κρατεῖ μὴ καταπροδιδοὺς τὴν ἀρετὴν δῑ αὐτοὺς
IV M LXX 2:11  καὶ τῆς πρὸς γαμετὴν φιλίας ἐπικρατεῖ διὰ τὴν παρανομίαν αὐτὴν ἀπελέγχων
IV M LXX 2:12  καὶ τῆς τέκνων φιλίας κυριεύει διὰ κακίαν αὐτὰ κολάζων
IV M LXX 2:13  καὶ τῆς φίλων συνηθείας δεσπόζει διὰ πονηρίαν αὐτοὺς ἐξελέγχων
IV M LXX 2:14  καὶ μὴ νομίσητε παράδοξον εἶναι ὅπου καὶ ἔχθρας ἐπικρατεῖν ὁ λογισμὸς δύναται διὰ τὸν νόμον μήτε δενδροτομῶν τὰ ἥμερα τῶν πολεμίων φυτά τὰ δὲ τῶν ἐχθρῶν τοῖς ἀπολέσασι διασῴζων καὶ τὰ πεπτωκότα συνεγείρων
IV M LXX 2:15  καὶ τῶν βιαιοτέρων δὲ παθῶν κρατεῖν ὁ λογισμὸς φαίνεται φιλαρχίας καὶ κενοδοξίας καὶ ἀλαζονείας καὶ μεγαλαυχίας καὶ βασκανίας
IV M LXX 2:16  πάντα γὰρ ταῦτα τὰ κακοήθη πάθη ὁ σώφρων νοῦς ἀπωθεῖται ὥσπερ καὶ τὸν θυμόν καὶ γὰρ τούτου δεσπόζει
IV M LXX 2:17  θυμούμενός γέ τοι Μωυσῆς κατὰ Δαθαν καὶ Αβιρων οὐ θυμῷ τι κατ’ αὐτῶν ἐποίησεν ἀλλὰ λογισμῷ τὸν θυμὸν διῄτησεν
IV M LXX 2:18  δυνατὸς γὰρ ὁ σώφρων νοῦς ὡς ἔφην κατὰ τῶν παθῶν ἀριστεῦσαι καὶ τὰ μὲν αὐτῶν μεταθεῖναι τὰ δὲ καὶ ἀκυρῶσαι
IV M LXX 2:19  ἐπεὶ διὰ τί ὁ πάνσοφος ἡμῶν πατὴρ Ιακωβ τοὺς περὶ Συμεων καὶ Λευιν αἰτιᾶται μὴ λογισμῷ τοὺς Σικιμίτας ἐθνηδὸν ἀποσφάξαντας λέγων ἐπικατάρατος ὁ θυμὸς αὐτῶν
IV M LXX 2:20  εἰ μὴ γὰρ ἐδύνατο τοῦ θυμοῦ ὁ λογισμὸς κρατεῖν οὐκ ἂν εἶπεν οὕτως
IV M LXX 2:21  ὁπηνίκα γὰρ ὁ θεὸς τὸν ἄνθρωπον κατεσκεύασεν τὰ πάθη αὐτοῦ καὶ τὰ ἤθη περιεφύτευσεν
IV M LXX 2:22  ἡνίκα δὲ ἐπὶ πάντων τὸν ἱερὸν ἡγεμόνα νοῦν διὰ τῶν αἰσθητηρίων ἐνεθρόνισεν
IV M LXX 2:23  καὶ τούτῳ νόμον ἔδωκεν καθ’ ὃν πολιτευόμενος βασιλεύσει βασιλείαν σώφρονά τε καὶ δικαίαν καὶ ἀγαθὴν καὶ ἀνδρείαν
IV M LXX 2:24  πῶς οὖν εἴποι τις ἄν εἰ τῶν παθῶν δεσπότης ἐστὶν ὁ λογισμός λήθης καὶ ἀγνοίας οὐ κρατεῖ