Site uses cookies to provide basic functionality.

OK
IV MACCABEES
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18
Prev Up Next Toggle notes
Chapter 7
IV M LXX 7:1  ὥσπερ γὰρ ἄριστος κυβερνήτης ὁ τοῦ πατρὸς ἡμῶν Ελεαζαρου λογισμὸς πηδαλιουχῶν τὴν τῆς εὐσεβείας ναῦν ἐν τῷ τῶν παθῶν πελάγει
IV M LXX 7:2  καὶ καταικιζόμενος ταῖς τοῦ τυράννου ἀπειλαῖς καὶ καταντλούμενος ταῖς τῶν βασάνων τρικυμίαις
IV M LXX 7:3  κατ’ οὐδένα τρόπον ἔτρεψε τοὺς τῆς εὐσεβείας οἴακας ἕως οὗ ἔπλευσεν ἐπὶ τὸν τῆς ἀθανάτου νίκης λιμένα
IV M LXX 7:4  οὐχ οὕτως πόλις πολλοῖς καὶ ποικίλοις μηχανήμασιν ἀντέσχε ποτὲ πολιορκουμένη ὡς ὁ πανάγιος ἐκεῖνος τὴν ἱερὰν ψυχὴν αἰκισμοῖς τε καὶ στρέβλαις πυρπολούμενος ἐνίκησεν τοὺς πολιορκοῦντας διὰ τὸν ὑπερασπίζοντα τῆς εὐσεβείας λογισμόν
IV M LXX 7:5  ὥσπερ γὰρ πρόκρημνον ἄκραν τὴν ἑαυτοῦ διάνοιαν ὁ πατὴρ Ελεαζαρ ἐκτείνας περιέκλασεν τοὺς ἐπιμαινομένους τῶν παθῶν κλύδωνας
IV M LXX 7:6  ὦ ἄξιε τῆς ἱερωσύνης ἱερεῦ οὐκ ἐμίανας τοὺς ἱεροὺς ὀδόντας οὐδὲ τὴν θεοσέβειαν καὶ καθαρισμὸν χωρήσασαν γαστέρα ἐκοίνωσας μιαροφαγίᾳ
IV M LXX 7:7  ὦ σύμφωνε νόμου καὶ φιλόσοφε θείου βίου
IV M LXX 7:8  τοιούτους δεῖ εἶναι τοὺς δημιουργοῦντας τὸν νόμον ἰδίῳ αἵματι καὶ γενναίῳ ἱδρῶτι τοῖς μέχρι θανάτου πάθεσιν ὑπερασπίζοντας
IV M LXX 7:9  σύ πάτερ τὴν εὐνομίαν ἡμῶν διὰ τῶν ὑπομονῶν εἰς δόξαν ἐκύρωσας καὶ τὴν ἁγιαστίαν σεμνολογήσας οὐ κατέλυσας καὶ διὰ τῶν ἔργων ἐπιστοποίησας τοὺς τῆς θείας φιλοσοφίας σου λόγους
IV M LXX 7:10  ὦ βασάνων βιαιότερε γέρων καὶ πυρὸς εὐτονώτερε πρεσβῦτα καὶ παθῶν μέγιστε βασιλεῦ Ελεαζαρ
IV M LXX 7:11  ὥσπερ γὰρ ὁ πατὴρ Ααρων τῷ θυμιατηρίῳ καθωπλισμένος διὰ τοῦ ἐθνοπλήθους ἐπιτρέχων τὸν ἐμπυριστὴν ἐνίκησεν ἄγγελον
IV M LXX 7:12  οὕτως ὁ Ααρωνίδης Ελεαζαρ διὰ τοῦ πυρὸς ὑπερτηκόμενος οὐ μετετράπη τὸν λογισμόν
IV M LXX 7:13  καίτοι τὸ θαυμασιώτατον γέρων ὢν λελυμένων μὲν ἤδη τῶν τοῦ σώματος τόνων περικεχαλασμένων δὲ τῶν σαρκῶν κεκμηκότων δὲ καὶ τῶν νεύρων ἀνενέασεν
IV M LXX 7:14  τῷ πνεύματι διὰ τοῦ λογισμοῦ καὶ τῷ Ισακίῳ λογισμῷ τὴν πολυκέφαλον στρέβλαν ἠκύρωσεν
IV M LXX 7:15  ὦ μακαρίου γήρως καὶ σεμνῆς πολιᾶς καὶ βίου νομίμου ὃν πιστὴ θανάτου σφραγὶς ἐτελείωσεν
IV M LXX 7:16  εἰ δὴ τοίνυν γέρων ἀνὴρ τῶν μέχρι θανάτου βασάνων περιεφρόνει δῑ εὐσέβειαν ὁμολογουμένως ἡγεμών ἐστιν τῶν παθῶν ὁ εὐσεβὴς λογισμός
IV M LXX 7:17  ἴσως δ’ ἂν εἴποιέν τινες τῶν παθῶν οὐ πάντες περικρατοῦσιν ὅτι οὐδὲ πάντες φρόνιμον ἔχουσιν τὸν λογισμόν
IV M LXX 7:18  ἀλλ’ ὅσοι τῆς εὐσεβείας προνοοῦσιν ἐξ ὅλης καρδίας οὗτοι μόνοι δύνανται κρατεῖν τῶν τῆς σαρκὸς παθῶν
IV M LXX 7:19  πιστεύοντες ὅτι θεῷ οὐκ ἀποθνῄσκουσιν ὥσπερ οὐδὲ οἱ πατριάρχαι ἡμῶν Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ ἀλλὰ ζῶσιν τῷ θεῷ
IV M LXX 7:20  οὐδὲν οὖν ἐναντιοῦται τὸ φαίνεσθαί τινας παθοκρατεῖσθαι διὰ τὸν ἀσθενῆ λογισμόν
IV M LXX 7:21  ἐπεὶ τίς πρὸς ὅλον τὸν τῆς φιλοσοφίας κανόνα φιλοσοφῶν καὶ πεπιστευκὼς θεῷ
IV M LXX 7:22  καὶ εἰδὼς ὅτι διὰ τὴν ἀρετὴν πάντα πόνον ὑπομένειν μακάριόν ἐστιν οὐκ ἂν περικρατήσειεν τῶν παθῶν διὰ τὴν θεοσέβειαν
IV M LXX 7:23  μόνος γὰρ ὁ σοφὸς καὶ ἀνδρεῖός ἐστιν τῶν παθῶν κύριος