Site uses cookies to provide basic functionality.

OK
IV MACCABEES
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18
Prev Up Next Toggle notes
Chapter 12
IV M LXX 12:1  ὡς δὲ καὶ οὗτος μακαρίως ἀπέθανεν καταβληθεὶς εἰς λέβητα ὁ ἕβδομος παρεγίνετο πάντων νεώτερος
IV M LXX 12:2  ὃν κατοικτίρας ὁ τύραννος καίπερ δεινῶς ὑπὸ τῶν ἀδελφῶν αὐτοῦ κακισθείς ὁρῶν ἤδη τὰ δεσμὰ περικείμενα πλησιέστερον αὐτὸν μετεπέμψατο καὶ παρηγορεῖν ἐπειρᾶτο λέγων
IV M LXX 12:3  τῆς μὲν τῶν ἀδελφῶν σου ἀπονοίας τὸ τέλος ὁρᾷς διὰ γὰρ ἀπείθειαν στρεβλωθέντες τεθνᾶσιν
IV M LXX 12:4  σὺ δὲ εἰ μὲν μὴ πεισθείης τάλας βασανισθεὶς καὶ αὐτὸς τεθνήξῃ πρὸ ὥρας
IV M LXX 12:5  πεισθεὶς δὲ φίλος ἔσῃ καὶ τῶν ἐπὶ τῆς βασιλείας ἀφηγήσῃ πραγμάτων
IV M LXX 12:6  καὶ ταῦτα παρακαλῶν τὴν μητέρα τοῦ παιδὸς μετεπέμψατο ὅπως αὐτὴν ἐλεήσας τοσούτων υἱῶν στερηθεῖσαν παρορμήσειεν ἐπὶ τὴν σωτήριον εὐπείθειαν τὸν περιλειπόμενον
IV M LXX 12:7  ὁ δὲ τῆς μητρὸς τῇ Εβραΐδι φωνῇ προτρεψαμένης αὐτόν ὡς ἐροῦμεν μετὰ μικρὸν ὕστερον
IV M LXX 12:8  λύσατέ μέ φησιν εἴπω τῷ βασιλεῖ καὶ τοῖς σὺν αὐτῷ φίλοις πᾶσιν
IV M LXX 12:9  καὶ ἐπιχαρέντες μάλιστα ἐπὶ τῇ ἐπαγγελίᾳ τοῦ παιδὸς ταχέως ἔλυσαν αὐτόν
IV M LXX 12:10  καὶ δραμὼν ἐπὶ πλησίον τῶν τηγάνων
IV M LXX 12:11  ἀνόσιέ φησιν καὶ πάντων πονηρῶν ἀσεβέστατε τύραννε οὐκ ᾐδέσθης παρὰ τοῦ θεοῦ λαβὼν τὰ ἀγαθὰ καὶ τὴν βασιλείαν τοὺς θεράποντας αὐτοῦ κατακτεῖναι καὶ τοὺς τῆς εὐσεβείας ἀσκητὰς στρεβλῶσαι
IV M LXX 12:12  ἀνθ’ ὧν ταμιεύσεταί σε ἡ δίκη πυκνοτέρῳ καὶ αἰωνίῳ πυρὶ καὶ βασάνοις αἳ εἰς ὅλον τὸν αἰῶνα οὐκ ἀνήσουσίν σε
IV M LXX 12:13  οὐκ ᾐδέσθης ἄνθρωπος ὤν θηριωδέστατε τοὺς ὁμοιοπαθεῖς καὶ ἐκ τῶν αὐτῶν γεγονότας στοιχείων γλωττοτομῆσαι καὶ τοῦτον καταικίσας τὸν τρόπον βασανίσαι
IV M LXX 12:14  ἀλλ’ οἱ μὲν εὐγενῶς ἀποθανόντες ἐπλήρωσαν τὴν εἰς τὸν θεὸν εὐσέβειαν σὺ δὲ κακῶς οἰμώξεις τοὺς τῆς ἀρετῆς ἀγωνιστὰς ἀναιτίως ἀποκτεῖνας
IV M LXX 12:15  ὅθεν καὶ αὐτὸς ἀποθνῄσκειν μέλλων ἔφη
IV M LXX 12:16  οὐκ ἀπαυτομολῶ τῆς τῶν ἀδελφῶν μου ἀριστείας
IV M LXX 12:17  ἐπικαλοῦμαι δὲ τὸν πατρῷον θεὸν ὅπως ἵλεως γένηται τῷ ἔθνει ἡμῶν
IV M LXX 12:18  σὲ δὲ καὶ ἐν τῷ νῦν βίῳ καὶ θανόντα τιμωρήσεται
IV M LXX 12:19  καὶ ταῦτα κατευξάμενος ἑαυτὸν ἔρριψε κατὰ τῶν τηγάνων καὶ οὕτως ἀπέδωκεν