IV MACCABEES
Chapter 12
IV M | LXX | 12:1 | ὡς δὲ καὶ οὗτος μακαρίως ἀπέθανεν καταβληθεὶς εἰς λέβητα ὁ ἕβδομος παρεγίνετο πάντων νεώτερος | |
IV M | LXX | 12:2 | ὃν κατοικτίρας ὁ τύραννος καίπερ δεινῶς ὑπὸ τῶν ἀδελφῶν αὐτοῦ κακισθείς ὁρῶν ἤδη τὰ δεσμὰ περικείμενα πλησιέστερον αὐτὸν μετεπέμψατο καὶ παρηγορεῖν ἐπειρᾶτο λέγων | |
IV M | LXX | 12:3 | τῆς μὲν τῶν ἀδελφῶν σου ἀπονοίας τὸ τέλος ὁρᾷς διὰ γὰρ ἀπείθειαν στρεβλωθέντες τεθνᾶσιν | |
IV M | LXX | 12:6 | καὶ ταῦτα παρακαλῶν τὴν μητέρα τοῦ παιδὸς μετεπέμψατο ὅπως αὐτὴν ἐλεήσας τοσούτων υἱῶν στερηθεῖσαν παρορμήσειεν ἐπὶ τὴν σωτήριον εὐπείθειαν τὸν περιλειπόμενον | |
IV M | LXX | 12:11 | ἀνόσιέ φησιν καὶ πάντων πονηρῶν ἀσεβέστατε τύραννε οὐκ ᾐδέσθης παρὰ τοῦ θεοῦ λαβὼν τὰ ἀγαθὰ καὶ τὴν βασιλείαν τοὺς θεράποντας αὐτοῦ κατακτεῖναι καὶ τοὺς τῆς εὐσεβείας ἀσκητὰς στρεβλῶσαι | |
IV M | LXX | 12:12 | ἀνθ’ ὧν ταμιεύσεταί σε ἡ δίκη πυκνοτέρῳ καὶ αἰωνίῳ πυρὶ καὶ βασάνοις αἳ εἰς ὅλον τὸν αἰῶνα οὐκ ἀνήσουσίν σε | |
IV M | LXX | 12:13 | οὐκ ᾐδέσθης ἄνθρωπος ὤν θηριωδέστατε τοὺς ὁμοιοπαθεῖς καὶ ἐκ τῶν αὐτῶν γεγονότας στοιχείων γλωττοτομῆσαι καὶ τοῦτον καταικίσας τὸν τρόπον βασανίσαι | |
IV M | LXX | 12:14 | ἀλλ’ οἱ μὲν εὐγενῶς ἀποθανόντες ἐπλήρωσαν τὴν εἰς τὸν θεὸν εὐσέβειαν σὺ δὲ κακῶς οἰμώξεις τοὺς τῆς ἀρετῆς ἀγωνιστὰς ἀναιτίως ἀποκτεῖνας | |