Site uses cookies to provide basic functionality.

OK
PSALMS OF SOLOMON
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18
Prev Up Next
Chapter 9
Psal LXX 9:1  ἐν τῷ ἀπαχθῆναι Ισραηλ ἐν ἀποικεσίᾳ εἰς γῆν ἀλλοτρίαν ἐν τῷ ἀποστῆναι αὐτοὺς ἀπὸ κυρίου τοῦ λυτρωσαμένου αὐτοὺς ἀπερρίφησαν ἀπὸ κληρονομίας ἧς ἔδωκεν αὐτοῖς κύριος
Psal LXX 9:2  ἐν παντὶ ἔθνει ἡ διασπορὰ τοῦ Ισραηλ κατὰ τὸ ῥῆμα τοῦ θεοῦ ἵνα δικαιωθῇς ὁ θεός ἐν τῇ δικαιοσύνῃ σου ἐν ταῖς ἀνομίαις ἡμῶν ὅτι σὺ κριτὴς δίκαιος ἐπὶ πάντας τοὺς λαοὺς τῆς γῆς
Psal LXX 9:3  οὐ γὰρ κρυβήσεται ἀπὸ τῆς γνώσεώς σου πᾶς ποιῶν ἄδικα καὶ αἱ δικαιοσύναι τῶν ὁσίων σου ἐνώπιόν σου κύριε καὶ ποῦ κρυβήσεται ἄνθρωπος ἀπὸ τῆς γνώσεώς σου ὁ θεός
Psal LXX 9:4  τὰ ἔργα ἡμῶν ἐν ἐκλογῇ καὶ ἐξουσίᾳ τῆς ψυχῆς ἡμῶν τοῦ ποιῆσαι δικαιοσύνην καὶ ἀδικίαν ἐν ἔργοις χειρῶν ἡμῶν καὶ ἐν τῇ δικαιοσύνῃ σου ἐπισκέπτῃ υἱοὺς ἀνθρώπων
Psal LXX 9:5  ὁ ποιῶν δικαιοσύνην θησαυρίζει ζωὴν αὑτῷ παρὰ κυρίῳ καὶ ὁ ποιῶν ἀδικίαν αὐτὸς αἴτιος τῆς ψυχῆς ἐν ἀπωλείᾳ τὰ γὰρ κρίματα κυρίου ἐν δικαιοσύνῃ κατ’ ἄνδρα καὶ οἶκον
Psal LXX 9:6  τίνι χρηστεύσῃ ὁ θεός εἰ μὴ τοῖς ἐπικαλουμένοις τὸν κύριον καθαριεῖς ἐν ἁμαρτίαις ψυχὴν ἐν ἐξομολογήσει ἐν ἐξαγορίαις ὅτι αἰσχύνη ἡμῖν καὶ τοῖς προσώποις ἡμῶν περὶ ἁπάντων
Psal LXX 9:7  καὶ τίνι ἀφήσεις ἁμαρτίας εἰ μὴ τοῖς ἡμαρτηκόσιν δικαίους εὐλογήσεις καὶ οὐκ εὐθυνεῖς περὶ ὧν ἡμάρτοσαν καὶ ἡ χρηστότης σου ἐπὶ ἁμαρτάνοντας ἐν μεταμελείᾳ
Psal LXX 9:8  καὶ νῦν σὺ ὁ θεός καὶ ἡμεῖς λαός ὃν ἠγάπησας ἰδὲ καὶ οἰκτίρησον ὁ θεὸς Ισραηλ ὅτι σοί ἐσμεν καὶ μὴ ἀποστήσῃς ἔλεός σου ἀφ’ ἡμῶν ἵνα μὴ ἐπιθῶνται ἡμῖν
Psal LXX 9:9  ὅτι σὺ ᾑρετίσω τὸ σπέρμα Αβρααμ παρὰ πάντα τὰ ἔθνη καὶ ἔθου τὸ ὄνομά σου ἐφ’ ἡμᾶς κύριε καὶ οὐκ ἀπώσῃ εἰς τὸν αἰῶνα
Psal LXX 9:10  ἐν διαθήκῃ διέθου τοῖς πατράσιν ἡμῶν περὶ ἡμῶν καὶ ἡμεῖς ἐλπιοῦμεν ἐπὶ σὲ ἐν ἐπιστροφῇ ψυχῆς ἡμῶν
Psal LXX 9:11  τοῦ κυρίου ἡ ἐλεημοσύνη ἐπὶ οἶκον Ισραηλ εἰς τὸν αἰῶνα καὶ ἔτι