IV MACCABEES
Chapter 9
IV M | LXX | 9:1 | τί μέλλεις ὦ τύραννε ἕτοιμοι γάρ ἐσμεν ἀποθνῄσκειν ἢ παραβαίνειν τὰς πατρίους ἡμῶν ἐντολάς | |
IV M | LXX | 9:2 | αἰσχυνόμεθα γὰρ τοὺς προγόνους ἡμῶν εἰκότως εἰ μὴ τῇ τοῦ νόμου εὐπειθείᾳ καὶ συμβούλῳ Μωυσεῖ χρησαίμεθα | |
IV M | LXX | 9:4 | χαλεπώτερον γὰρ αὐτοῦ τοῦ θανάτου νομίζομεν εἶναί σου τὸν ἐπὶ τῇ παρανόμῳ σωτηρίᾳ ἡμῶν ἔλεον | |
IV M | LXX | 9:5 | ἐκφοβεῖς δὲ ἡμᾶς τὸν διὰ τῶν βασάνων θάνατον ἡμῖν ἀπειλῶν ὥσπερ οὐχὶ πρὸ βραχέως παρ’ Ελεαζαρου μαθών | |
IV M | LXX | 9:6 | εἰ δ’ οἱ γέροντες τῶν Εβραίων διὰ τὴν εὐσέβειαν καὶ βασανισμοὺς ὑπομείναντες εὐσέβησαν ἀποθάνοιμεν ἂν δικαιότερον ἡμεῖς οἱ νέοι τὰς βασάνους τῶν σῶν ἀναγκῶν ὑπεριδόντες ἃς καὶ ὁ παιδευτὴς ἡμῶν γέρων ἐνίκησεν | |
IV M | LXX | 9:7 | πείραζε τοιγαροῦν τύραννε καὶ τὰς ἡμῶν ψυχὰς εἰ θανατώσεις διὰ τὴν εὐσέβειαν μὴ νομίσῃς ἡμᾶς βλάπτειν βασανίζων | |
IV M | LXX | 9:8 | ἡμεῖς μὲν γὰρ διὰ τῆσδε τῆς κακοπαθείας καὶ ὑπομονῆς τὰ τῆς ἀρετῆς ἆθλα ἕξομεν καὶ ἐσόμεθα παρὰ θεῷ δῑ ὃν καὶ πάσχομεν | |
IV M | LXX | 9:9 | σὺ δὲ διὰ τὴν ἡμῶν μιαιφονίαν αὐτάρκη καρτερήσεις ὑπὸ τῆς θείας δίκης αἰώνιον βάσανον διὰ πυρός | |
IV M | LXX | 9:10 | ταῦτα αὐτῶν εἰπόντων οὐ μόνον ὡς κατὰ ἀπειθούντων ἐχαλέπαινεν ὁ τύραννος ἀλλὰ καὶ ὡς κατὰ ἀχαρίστων ὠργίσθη | |
IV M | LXX | 9:11 | ὅθεν τὸν πρεσβύτατον αὐτῶν κελευσθέντες παρῆγον οἱ ὑπασπισταὶ καὶ διαρρήξαντες τὸν χιτῶνα διέδησαν τὰς χεῖρας αὐτοῦ καὶ τοὺς βραχίονας ἱμᾶσιν ἑκατέρωθεν | |
IV M | LXX | 9:15 | τύραννε μιαρώτατε καὶ τῆς οὐρανίου δίκης ἐχθρὲ καὶ ὠμόφρων οὐκ ἀνδροφονήσαντά με τοῦτον καταικίζεις τὸν τρόπον οὐδὲ ἀσεβήσαντα ἀλλὰ θείου νόμου προασπίζοντα | |
IV M | LXX | 9:17 | ὁ δὲ εἶπεν οὐχ οὕτως ἰσχυρὸς ὑμῶν ἐστιν ὁ τροχός ὦ μιαροὶ διάκονοι ὥστε μου τὸν λογισμὸν ἄγξαι τέμνετέ μου τὰ μέλη καὶ πυροῦτέ μου τὰς σάρκας καὶ στρεβλοῦτε τὰ ἄρθρα | |
IV M | LXX | 9:18 | διὰ πασῶν γὰρ ὑμᾶς πείσω τῶν βασάνων ὅτι μόνοι παῖδες Εβραίων ὑπὲρ ἀρετῆς εἰσιν ἀνίκητοι | |
IV M | LXX | 9:20 | ἐμολύνετο δὲ πάντοθεν αἵματι ὁ τροχός καὶ ὁ σωρὸς τῆς ἀνθρακιᾶς τοῖς τῶν ἰχώρων ἐσβέννυτο σταλαγμοῖς καὶ περὶ τοὺς ἄξονας τοῦ ὀργάνου περιέρρεον αἱ σάρκες | |
IV M | LXX | 9:21 | καὶ περιτετμημένον ἤδη ἔχων τὸ τῶν ὀστέων πῆγμα ὁ μεγαλόφρων καὶ Αβραμιαῖος νεανίας οὐκ ἐστέναξεν | |
IV M | LXX | 9:23 | μιμήσασθέ με ἀδελφοί λέγων μή μου τὸν ἀγῶνα λειποτακτήσητε μηδὲ ἐξομόσησθέ μου τὴν τῆς εὐψυχίας ἀδελφότητα | |
IV M | LXX | 9:24 | ἱερὰν καὶ εὐγενῆ στρατείαν στρατεύσασθε περὶ τῆς εὐσεβείας δῑ ἧς ἵλεως ἡ δικαία καὶ πάτριος ἡμῶν πρόνοια τῷ ἔθνει γενηθεῖσα τιμωρήσειεν τὸν ἀλάστορα τύραννον | |
IV M | LXX | 9:26 | θαυμασάντων δὲ πάντων τὴν καρτεροψυχίαν αὐτοῦ ἦγον οἱ δορυφόροι τὸν καθ’ ἡλικίαν τοῦ προτέρου δεύτερον καὶ σιδηρᾶς ἐναρμοσάμενοι χεῖρας ὀξέσι τοῖς ὄνυξιν ὀργάνῳ καὶ καταπέλτῃ προσέδησαν αὐτόν | |
IV M | LXX | 9:28 | ἀπὸ τῶν τενόντων ταῖς σιδηραῖς χερσὶν ἐπισπασάμενοι μέχρι τῶν γενείων τὴν σάρκα πᾶσαν καὶ τὴν τῆς κεφαλῆς δορὰν οἱ παρδάλεοι θῆρες ἀπέσυρον ὁ δὲ ταύτην βαρέως τὴν ἀλγηδόνα καρτερῶν ἔλεγεν | |
IV M | LXX | 9:30 | οὐ δοκεῖς πάντων ὠμότατε τύραννε πλέον ἐμοῦ σε βασανίζεσθαι ὁρῶν σου νικώμενον τὸν τῆς τυραννίδος ὑπερήφανον λογισμὸν ὑπὸ τῆς διὰ τὴν εὐσέβειαν ἡμῶν ὑπομονῆς | |