Site uses cookies to provide basic functionality.

OK
ISAIAH
Prev Up Next
Chapter 39
Isai LXX 39:1  ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν Μαρωδαχ υἱὸς τοῦ Λααδαν ὁ βασιλεὺς τῆς Βαβυλωνίας ἐπιστολὰς καὶ πρέσβεις καὶ δῶρα Εζεκια ἤκουσεν γὰρ ὅτι ἐμαλακίσθη ἕως θανάτου καὶ ἀνέστη
Isai LXX 39:2  καὶ ἐχάρη ἐπ’ αὐτοῖς Εζεκιας χαρὰν μεγάλην καὶ ἔδειξεν αὐτοῖς τὸν οἶκον τοῦ νεχωθα καὶ τῆς στακτῆς καὶ τῶν θυμιαμάτων καὶ τοῦ μύρου καὶ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου καὶ πάντας τοὺς οἴκους τῶν σκευῶν τῆς γάζης καὶ πάντα ὅσα ἦν ἐν τοῖς θησαυροῖς αὐτοῦ καὶ οὐκ ἦν οὐθέν ὃ οὐκ ἔδειξεν Εζεκιας ἐν τῷ οἴκῳ αὐτοῦ
Isai LXX 39:3  καὶ ἦλθεν Ησαιας ὁ προφήτης πρὸς τὸν βασιλέα Εζεκιαν καὶ εἶπεν πρὸς αὐτόν τί λέγουσιν οἱ ἄνθρωποι οὗτοι καὶ πόθεν ἥκασιν πρὸς σέ καὶ εἶπεν Εζεκιας ἐκ γῆς πόρρωθεν ἥκασιν πρός με ἐκ Βαβυλῶνος
Isai LXX 39:4  καὶ εἶπεν Ησαιας τί εἴδοσαν ἐν τῷ οἴκῳ σου καὶ εἶπεν Εζεκιας πάντα τὰ ἐν τῷ οἴκῳ μου εἴδοσαν καὶ οὐκ ἔστιν ἐν τῷ οἴκῳ μου ὃ οὐκ εἴδοσαν ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου
Isai LXX 39:5  καὶ εἶπεν αὐτῷ Ησαιας ἄκουσον τὸν λόγον κυρίου σαβαωθ
Isai LXX 39:6  ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ λήμψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου καὶ ὅσα συνήγαγον οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς Βαβυλῶνα ἥξει καὶ οὐδὲν οὐ μὴ καταλίπωσιν εἶπεν δὲ ὁ θεὸς
Isai LXX 39:7  ὅτι καὶ ἀπὸ τῶν τέκνων σου ὧν ἐγέννησας λήμψονται καὶ ποιήσουσιν σπάδοντας ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βαβυλωνίων
Isai LXX 39:8  καὶ εἶπεν Εζεκιας πρὸς Ησαιαν ἀγαθὸς ὁ λόγος κυρίου ὃν ἐλάλησεν γενέσθω δὴ εἰρήνη καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις μου