Site uses cookies to provide basic functionality.

OK
ISAIAH
Prev Up Next Toggle notes
Chapter 3
Isai LXX 3:1  ἰδοὺ δὴ ὁ δεσπότης κύριος σαβαωθ ἀφελεῖ ἀπὸ τῆς Ιουδαίας καὶ ἀπὸ Ιερουσαλημ ἰσχύοντα καὶ ἰσχύουσαν ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος
Isai LXX 3:2  γίγαντα καὶ ἰσχύοντα καὶ ἄνθρωπον πολεμιστὴν καὶ δικαστὴν καὶ προφήτην καὶ στοχαστὴν καὶ πρεσβύτερον
Isai LXX 3:3  καὶ πεντηκόνταρχον καὶ θαυμαστὸν σύμβουλον καὶ σοφὸν ἀρχιτέκτονα καὶ συνετὸν ἀκροατήν
Isai LXX 3:4  καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν
Isai LXX 3:5  καὶ συμπεσεῖται ὁ λαός ἄνθρωπος πρὸς ἄνθρωπον καὶ ἄνθρωπος πρὸς τὸν πλησίον αὐτοῦ προσκόψει τὸ παιδίον πρὸς τὸν πρεσβύτην ὁ ἄτιμος πρὸς τὸν ἔντιμον
Isai LXX 3:6  ὅτι ἐπιλήμψεται ἄνθρωπος τοῦ ἀδελφοῦ αὐτοῦ ἢ τοῦ οἰκείου τοῦ πατρὸς αὐτοῦ λέγων ἱμάτιον ἔχεις ἀρχηγὸς ἡμῶν γενοῦ καὶ τὸ βρῶμα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω
Isai LXX 3:7  καὶ ἀποκριθεὶς ἐρεῖ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκ ἔσομαί σου ἀρχηγός οὐ γὰρ ἔστιν ἐν τῷ οἴκῳ μου ἄρτος οὐδὲ ἱμάτιον οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου
Isai LXX 3:8  ὅτι ἀνεῖται Ιερουσαλημ καὶ ἡ Ιουδαία συμπέπτωκεν καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας τὰ πρὸς κύριον ἀπειθοῦντες διότι νῦν ἐταπεινώθη ἡ δόξα αὐτῶν
Isai LXX 3:9  καὶ ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀντέστη αὐτοῖς τὴν δὲ ἁμαρτίαν αὐτῶν ὡς Σοδομων ἀνήγγειλαν καὶ ἐνεφάνισαν οὐαὶ τῇ ψυχῇ αὐτῶν διότι βεβούλευνται βουλὴν πονηρὰν καθ’ ἑαυτῶν
Isai LXX 3:10  εἰπόντες δήσωμεν τὸν δίκαιον ὅτι δύσχρηστος ἡμῖν ἐστιν τοίνυν τὰ γενήματα τῶν ἔργων αὐτῶν φάγονται
Isai LXX 3:11  οὐαὶ τῷ ἀνόμῳ πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ
Isai LXX 3:12  λαός μου οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν λαός μου οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς καὶ τὸν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν
Isai LXX 3:13  ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν κύριος καὶ στήσει εἰς κρίσιν τὸν λαὸν αὐτοῦ
Isai LXX 3:14  αὐτὸς κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ ὑμεῖς δὲ τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου καὶ ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν
Isai LXX 3:15  τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου καὶ τὸ πρόσωπον τῶν πτωχῶν καταισχύνετε
Isai LXX 3:16  τάδε λέγει κύριος ἀνθ’ ὧν ὑψώθησαν αἱ θυγατέρες Σιων καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ καὶ ἐν νεύμασιν ὀφθαλμῶν καὶ τῇ πορείᾳ τῶν ποδῶν ἅμα σύρουσαι τοὺς χιτῶνας καὶ τοῖς ποσὶν ἅμα παίζουσαι
Isai LXX 3:17  καὶ ταπεινώσει ὁ θεὸς ἀρχούσας θυγατέρας Σιων καὶ κύριος ἀποκαλύψει τὸ σχῆμα αὐτῶν
Isai LXX 3:18  ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἀφελεῖ κύριος τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν καὶ τοὺς κόσμους αὐτῶν καὶ τὰ ἐμπλόκια καὶ τοὺς κοσύμβους καὶ τοὺς μηνίσκους
Isai LXX 3:19  καὶ τὸ κάθεμα καὶ τὸν κόσμον τοῦ προσώπου αὐτῶν
Isai LXX 3:20  καὶ τὴν σύνθεσιν τοῦ κόσμου τῆς δόξης καὶ τοὺς χλιδῶνας καὶ τὰ ψέλια καὶ τὸ ἐμπλόκιον καὶ τὰ περιδέξια καὶ τοὺς δακτυλίους καὶ τὰ ἐνώτια
Isai LXX 3:21  καὶ τὰ περιπόρφυρα καὶ τὰ μεσοπόρφυρα
Isai LXX 3:22  καὶ τὰ ἐπιβλήματα τὰ κατὰ τὴν οἰκίαν καὶ τὰ διαφανῆ λακωνικὰ
Isai LXX 3:23  καὶ τὰ βύσσινα καὶ τὰ ὑακίνθινα καὶ τὰ κόκκινα καὶ τὴν βύσσον σὺν χρυσίῳ καὶ ὑακίνθῳ συγκαθυφασμένα καὶ θέριστρα κατάκλιτα
Isai LXX 3:24  καὶ ἔσται ἀντὶ ὀσμῆς ἡδείας κονιορτός καὶ ἀντὶ ζώνης σχοινίῳ ζώσῃ καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς τοῦ χρυσίου φαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σου καὶ ἀντὶ τοῦ χιτῶνος τοῦ μεσοπορφύρου περιζώσῃ σάκκον
Isai LXX 3:25  καὶ ὁ υἱός σου ὁ κάλλιστος ὃν ἀγαπᾷς μαχαίρᾳ πεσεῖται καὶ οἱ ἰσχύοντες ὑμῶν μαχαίρᾳ πεσοῦνται
Isai LXX 3:26  καὶ ταπεινωθήσονται καὶ πενθήσουσιν αἱ θῆκαι τοῦ κόσμου ὑμῶν καὶ καταλειφθήσῃ μόνη καὶ εἰς τὴν γῆν ἐδαφισθήσῃ