Site uses cookies to provide basic functionality.

OK
ISAIAH
Prev Up Next Toggle notes
Chapter 7
Isai LXX 7:1  καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Αχαζ τοῦ Ιωαθαμ τοῦ υἱοῦ Οζιου βασιλέως Ιουδα ἀνέβη Ραασσων βασιλεὺς Αραμ καὶ Φακεε υἱὸς Ρομελιου βασιλεὺς Ισραηλ ἐπὶ Ιερουσαλημ πολεμῆσαι αὐτὴν καὶ οὐκ ἠδυνήθησαν πολιορκῆσαι αὐτήν
Isai LXX 7:2  καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαυιδ λέγοντες συνεφώνησεν Αραμ πρὸς τὸν Εφραιμ καὶ ἐξέστη ἡ ψυχὴ αὐτοῦ καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ ὃν τρόπον ὅταν ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ
Isai LXX 7:3  καὶ εἶπεν κύριος πρὸς Ησαιαν ἔξελθε εἰς συνάντησιν Αχαζ σὺ καὶ ὁ καταλειφθεὶς Ιασουβ ὁ υἱός σου πρὸς τὴν κολυμβήθραν τῆς ἄνω ὁδοῦ τοῦ ἀγροῦ τοῦ γναφέως
Isai LXX 7:4  καὶ ἐρεῖς αὐτῷ φύλαξαι τοῦ ἡσυχάσαι καὶ μὴ φοβοῦ μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων τούτων ὅταν γὰρ ὀργὴ τοῦ θυμοῦ μου γένηται πάλιν ἰάσομαι
Isai LXX 7:5  καὶ ὁ υἱὸς τοῦ Αραμ καὶ ὁ υἱὸς τοῦ Ρομελιου ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν περὶ σοῦ λέγοντες
Isai LXX 7:6  ἀναβησόμεθα εἰς τὴν Ιουδαίαν καὶ συλλαλήσαντες αὐτοῖς ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμᾶς καὶ βασιλεύσομεν αὐτῆς τὸν υἱὸν Ταβεηλ
Isai LXX 7:7  τάδε λέγει κύριος σαβαωθ οὐ μὴ ἐμμείνῃ ἡ βουλὴ αὕτη οὐδὲ ἔσται
Isai LXX 7:8  ἀλλ’ ἡ κεφαλὴ Αραμ Δαμασκός ἀλλ’ ἔτι ἑξήκοντα καὶ πέντε ἐτῶν ἐκλείψει ἡ βασιλεία Εφραιμ ἀπὸ λαοῦ
Isai LXX 7:9  καὶ ἡ κεφαλὴ Εφραιμ Σομορων καὶ ἡ κεφαλὴ Σομορων υἱὸς τοῦ Ρομελιου καὶ ἐὰν μὴ πιστεύσητε οὐδὲ μὴ συνῆτε
Isai LXX 7:10  καὶ προσέθετο κύριος λαλῆσαι τῷ Αχαζ λέγων
Isai LXX 7:11  αἴτησαι σεαυτῷ σημεῖον παρὰ κυρίου θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος
Isai LXX 7:12  καὶ εἶπεν Αχαζ οὐ μὴ αἰτήσω οὐδ’ οὐ μὴ πειράσω κύριον
Isai LXX 7:13  καὶ εἶπεν ἀκούσατε δή οἶκος Δαυιδ μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα
Isai LXX 7:14  διὰ τοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Εμμανουηλ
Isai LXX 7:15  βούτυρον καὶ μέλι φάγεται πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ ἐκλέξεται τὸ ἀγαθόν
Isai LXX 7:16  διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν καὶ καταλειφθήσεται ἡ γῆ ἣν σὺ φοβῇ ἀπὸ προσώπου τῶν δύο βασιλέων
Isai LXX 7:17  ἀλλὰ ἐπάξει ὁ θεὸς ἐπὶ σὲ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας αἳ οὔπω ἥκασιν ἀφ’ ἧς ἡμέρας ἀφεῖλεν Εφραιμ ἀπὸ Ιουδα τὸν βασιλέα τῶν Ἀσσυρίων
Isai LXX 7:18  καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συριεῖ κύριος μυίαις ὃ κυριεύει μέρους ποταμοῦ Αἰγύπτου καὶ τῇ μελίσσῃ ἥ ἐστιν ἐν χώρᾳ Ἀσσυρίων
Isai LXX 7:19  καὶ ἐλεύσονται πάντες καὶ ἀναπαύσονται ἐν ταῖς φάραγξι τῆς χώρας καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν καὶ εἰς τὰ σπήλαια καὶ εἰς πᾶσαν ῥαγάδα καὶ ἐν παντὶ ξύλῳ
Isai LXX 7:20  ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυρήσει κύριος τῷ ξυρῷ τῷ μεγάλῳ καὶ μεμεθυσμένῳ ὅ ἐστιν πέραν τοῦ ποταμοῦ βασιλέως Ἀσσυρίων τὴν κεφαλὴν καὶ τὰς τρίχας τῶν ποδῶν καὶ τὸν πώγωνα ἀφελεῖ
Isai LXX 7:21  καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θρέψει ἄνθρωπος δάμαλιν βοῶν καὶ δύο πρόβατα
Isai LXX 7:22  καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα βούτυρον καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς
Isai LXX 7:23  καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς τόπος οὗ ἐὰν ὦσιν χίλιαι ἄμπελοι χιλίων σίκλων εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθαν
Isai LXX 7:24  μετὰ βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκεῖ ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ
Isai LXX 7:25  καὶ πᾶν ὄρος ἀροτριώμενον ἀροτριαθήσεται καὶ οὐ μὴ ἐπέλθῃ ἐκεῖ φόβος ἔσται γὰρ ἀπὸ τῆς χέρσου καὶ ἀκάνθης εἰς βόσκημα προβάτου καὶ εἰς καταπάτημα βοός