Site uses cookies to provide basic functionality.

OK
PSALMS
Prev Up Next
Chapter 92
Psal LXX 92:1  εἰς τὴν ἡμέραν τοῦ προσαββάτου ὅτε κατῴκισται ἡ γῆ αἶνος ᾠδῆς τῷ Δαυιδ ὁ κύριος ἐβασίλευσεν εὐπρέπειαν ἐνεδύσατο ἐνεδύσατο κύριος δύναμιν καὶ περιεζώσατο καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην ἥτις οὐ σαλευθήσεται
Psal LXX 92:2  ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε ἀπὸ τοῦ αἰῶνος σὺ εἶ
Psal LXX 92:3  ἐπῆραν οἱ ποταμοί κύριε ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν
Psal LXX 92:4  ἀπὸ φωνῶν ὑδάτων πολλῶν θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης θαυμαστὸς ἐν ὑψηλοῖς ὁ κύριος
Psal LXX 92:5  τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα κύριε εἰς μακρότητα ἡμερῶν