Site uses cookies to provide basic functionality.

OK
PSALMS
Prev Up Next
Chapter 47
Psal LXX 47:1  ψαλμὸς ᾠδῆς τοῖς υἱοῖς Κορε δευτέρᾳ σαββάτου
Psal LXX 47:2  μέγας κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ θεοῦ ἡμῶν ὄρει ἁγίῳ αὐτοῦ
Psal LXX 47:3  εὖ ῥιζῶν ἀγαλλιάματι πάσης τῆς γῆς ὄρη Σιων τὰ πλευρὰ τοῦ βορρᾶ ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου
Psal LXX 47:4  ὁ θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται ὅταν ἀντιλαμβάνηται αὐτῆς
Psal LXX 47:5  ὅτι ἰδοὺ οἱ βασιλεῖς συνήχθησαν ἤλθοσαν ἐπὶ τὸ αὐτό
Psal LXX 47:6  αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν ἐταράχθησαν ἐσαλεύθησαν
Psal LXX 47:7  τρόμος ἐπελάβετο αὐτῶν ἐκεῖ ὠδῖνες ὡς τικτούσης
Psal LXX 47:8  ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσις
Psal LXX 47:9  καθάπερ ἠκούσαμεν οὕτως εἴδομεν ἐν πόλει κυρίου τῶν δυνάμεων ἐν πόλει τοῦ θεοῦ ἡμῶν ὁ θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα διάψαλμα
Psal LXX 47:10  ὑπελάβομεν ὁ θεός τὸ ἔλεός σου ἐν μέσῳ τοῦ ναοῦ σου
Psal LXX 47:11  κατὰ τὸ ὄνομά σου ὁ θεός οὕτως καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς δικαιοσύνης πλήρης ἡ δεξιά σου
Psal LXX 47:12  εὐφρανθήτω τὸ ὄρος Σιων ἀγαλλιάσθωσαν αἱ θυγατέρες τῆς Ιουδαίας ἕνεκεν τῶν κριμάτων σου κύριε
Psal LXX 47:13  κυκλώσατε Σιων καὶ περιλάβετε αὐτήν διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς
Psal LXX 47:14  θέσθε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν
Psal LXX 47:15  ὅτι οὗτός ἐστιν ὁ θεὸς ὁ θεὸς ἡμῶν εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας