Site uses cookies to provide basic functionality.

OK
PSALMS
Prev Up Next
Chapter 86
Psal LXX 86:1  τοῖς υἱοῖς Κορε ψαλμὸς ᾠδῆς οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσιν τοῖς ἁγίοις
Psal LXX 86:2  ἀγαπᾷ κύριος τὰς πύλας Σιων ὑπὲρ πάντα τὰ σκηνώματα Ιακωβ
Psal LXX 86:3  δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ θεοῦ διάψαλμα
Psal LXX 86:4  μνησθήσομαι Ρααβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσίν με καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς Αἰθιόπων οὗτοι ἐγενήθησαν ἐκεῖ
Psal LXX 86:5  μήτηρ Σιων ἐρεῖ ἄνθρωπος καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτῇ καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ὕψιστος
Psal LXX 86:6  κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ διάψαλμα
Psal LXX 86:7  ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί