Site uses cookies to provide basic functionality.

OK
PSALMS
Prev Up Next
Chapter 96
Psal LXX 96:1  τῷ Δαυιδ ὅτε ἡ γῆ αὐτοῦ καθίσταται ὁ κύριος ἐβασίλευσεν ἀγαλλιάσθω ἡ γῆ εὐφρανθήτωσαν νῆσοι πολλαί
Psal LXX 96:2  νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ δικαιοσύνη καὶ κρίμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ
Psal LXX 96:3  πῦρ ἐναντίον αὐτοῦ προπορεύσεται καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ
Psal LXX 96:4  ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ εἶδεν καὶ ἐσαλεύθη ἡ γῆ
Psal LXX 96:5  τὰ ὄρη ἐτάκησαν ὡσεὶ κηρὸς ἀπὸ προσώπου κυρίου ἀπὸ προσώπου κυρίου πάσης τῆς γῆς
Psal LXX 96:6  ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ καὶ εἴδοσαν πάντες οἱ λαοὶ τὴν δόξαν αὐτοῦ
Psal LXX 96:7  αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς οἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν προσκυνήσατε αὐτῷ πάντες οἱ ἄγγελοι αὐτοῦ
Psal LXX 96:8  ἤκουσεν καὶ εὐφράνθη Σιων καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς Ιουδαίας ἕνεκεν τῶν κριμάτων σου κύριε
Psal LXX 96:9  ὅτι σὺ εἶ κύριος ὁ ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν σφόδρα ὑπερυψώθης ὑπὲρ πάντας τοὺς θεούς
Psal LXX 96:10  οἱ ἀγαπῶντες τὸν κύριον μισεῖτε πονηρόν φυλάσσει κύριος τὰς ψυχὰς τῶν ὁσίων αὐτοῦ ἐκ χειρὸς ἁμαρτωλῶν ῥύσεται αὐτούς
Psal LXX 96:11  φῶς ἀνέτειλεν τῷ δικαίῳ καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη
Psal LXX 96:12  εὐφράνθητε δίκαιοι ἐπὶ τῷ κυρίῳ καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ