Site uses cookies to provide basic functionality.

OK
PSALMS
Prev Up Next Toggle notes
Chapter 135
Psal LXX 135:1  αλληλουια ἐξομολογεῖσθε τῷ κυρίῳ ὅτι χρηστός ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
Psal LXX 135:2  ἐξομολογεῖσθε τῷ θεῷ τῶν θεῶν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
Psal LXX 135:3  ἐξομολογεῖσθε τῷ κυρίῳ τῶν κυρίων ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
Psal LXX 135:4  τῷ ποιοῦντι θαυμάσια μεγάλα μόνῳ ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
Psal LXX 135:5  τῷ ποιήσαντι τοὺς οὐρανοὺς ἐν συνέσει ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
Psal LXX 135:6  τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
Psal LXX 135:7  τῷ ποιήσαντι φῶτα μεγάλα μόνῳ ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
Psal LXX 135:8  τὸν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
Psal LXX 135:9  τὴν σελήνην καὶ τὰ ἄστρα εἰς ἐξουσίαν τῆς νυκτός ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
Psal LXX 135:10  τῷ πατάξαντι Αἴγυπτον σὺν τοῖς πρωτοτόκοις αὐτῶν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
Psal LXX 135:11  καὶ ἐξαγαγόντι τὸν Ισραηλ ἐκ μέσου αὐτῶν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
Psal LXX 135:12  ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
Psal LXX 135:13  τῷ καταδιελόντι τὴν ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
Psal LXX 135:14  καὶ διαγαγόντι τὸν Ισραηλ διὰ μέσου αὐτῆς ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
Psal LXX 135:15  καὶ ἐκτινάξαντι Φαραω καὶ τὴν δύναμιν αὐτοῦ εἰς θάλασσαν ἐρυθράν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
Psal LXX 135:16  τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ ἐν τῇ ἐρήμῳ ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ τῷ ἐξαγαγόντι ὕδωρ ἐκ πέτρας ἀκροτόμου ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
Psal LXX 135:17  τῷ πατάξαντι βασιλεῖς μεγάλους ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
Psal LXX 135:18  καὶ ἀποκτείναντι βασιλεῖς κραταιούς ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
Psal LXX 135:19  τὸν Σηων βασιλέα τῶν Αμορραίων ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
Psal LXX 135:20  καὶ τὸν Ωγ βασιλέα τῆς Βασαν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
Psal LXX 135:21  καὶ δόντι τὴν γῆν αὐτῶν κληρονομίαν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
Psal LXX 135:22  κληρονομίαν Ισραηλ δούλῳ αὐτοῦ ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
Psal LXX 135:23  ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ κύριος ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
Psal LXX 135:24  καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
Psal LXX 135:25  ὁ διδοὺς τροφὴν πάσῃ σαρκί ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
Psal LXX 135:26  ἐξομολογεῖσθε τῷ θεῷ τοῦ οὐρανοῦ ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ ἐξομολογεῖσθε τῷ κυρίῳ τῶν κυρίων ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ