Site uses cookies to provide basic functionality.

OK
PSALMS
Prev Up Next
Chapter 115
Psal LXX 115:1  αλληλουια ἐπίστευσα διὸ ἐλάλησα ἐγὼ δὲ ἐταπεινώθην σφόδρα
Psal LXX 115:2  ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου πᾶς ἄνθρωπος ψεύστης
Psal LXX 115:3  τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέν μοι
Psal LXX 115:4  ποτήριον σωτηρίου λήμψομαι καὶ τὸ ὄνομα κυρίου ἐπικαλέσομαι
Psal LXX 115:6  τίμιος ἐναντίον κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ
Psal LXX 115:7  ὦ κύριε ἐγὼ δοῦλος σός ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου διέρρηξας τοὺς δεσμούς μου
Psal LXX 115:8  σοὶ θύσω θυσίαν αἰνέσεως
Psal LXX 115:9  τὰς εὐχάς μου τῷ κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ
Psal LXX 115:10  ἐν αὐλαῖς οἴκου κυρίου ἐν μέσῳ σου Ιερουσαλημ