I PETER
Chapter 5
I Pe | StatResG | 5:1 | ¶Πρεσβυτέρους οὖν ἐν ὑμῖν παρακαλῶ, ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ ˚Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός, | |
I Pe | StatResG | 5:2 | ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ ˚Θεοῦ, μὴ ἀναγκαστῶς, ἀλλὰ ἑκουσίως, κατὰ ˚Θεόν, μηδὲ αἰσχροκερδῶς, ἀλλὰ προθύμως, | |
I Pe | StatResG | 5:5 | Ὁμοίως, νεώτεροι, ὑποτάγητε πρεσβυτέροις. Πάντες, δὲ ἀλλήλοις τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε ὅτι, “Ὁ ˚Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν.” | |
I Pe | StatResG | 5:8 | Νήψατε, γρηγορήσατε. Ὁ ἀντίδικος ὑμῶν, διάβολος, ὡς λέων ὠρυόμενος περιπατεῖ, ζητῶν καταπιεῖν· | |
I Pe | StatResG | 5:9 | ᾧ ἀντίστητε, στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων, τῇ ἐν τῷ κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι. | |
I Pe | StatResG | 5:10 | Ὁ δὲ ˚Θεὸς πάσης χάριτος, ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν ˚Χριστῷ, ὀλίγον παθόντας, αὐτὸς καταρτίσει, στηρίξει, σθενώσει, | |
I Pe | StatResG | 5:12 | ¶Διὰ Σιλουανοῦ, ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ (ὡς λογίζομαι), διʼ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ ˚Θεοῦ, εἰς ἣν στῆτε. | |