I PETER
Chapter 3
I Pe | StatResG | 3:1 | ¶Ὁμοίως, γυναῖκες, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα καὶ εἴ τινες ἀπειθοῦσιν τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται, | |
I Pe | StatResG | 3:3 | Ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων ἢ ἐνδύσεως ἱματίων κόσμος, | |
I Pe | StatResG | 3:4 | ἀλλʼ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος, ἐν τῷ ἀφθάρτῳ τοῦ πρᾳέος καὶ ἡσυχίου πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ ˚Θεοῦ πολυτελές. | |
I Pe | StatResG | 3:5 | Οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι εἰς ˚Θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, | |
I Pe | StatResG | 3:6 | ὡς Σάρρα ὑπήκουσεν τῷ Ἀβραάμ, “κύριον”, αὐτὸν καλοῦσα, ἧς ἐγενήθητε τέκνα, ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν. | |
I Pe | StatResG | 3:7 | ¶Οἱ ἄνδρες, ὁμοίως συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ, ἀπονέμοντες τιμήν ὡς καὶ συγκληρονόμοις χάριτος ζωῆς, εἰς τὸ μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν. | |
I Pe | StatResG | 3:8 | ¶Τὸ δὲ τέλος, πάντες, ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, ταπεινόφρονες, | |
I Pe | StatResG | 3:9 | μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ, ἢ λοιδορίαν ἀντὶ λοιδορίας, τοὐναντίον δὲ εὐλογοῦντες, ὅτι εἰς τοῦτο ἐκλήθητε, ἵνα εὐλογίαν κληρονομήσητε. | |
I Pe | StatResG | 3:10 | “Ὁ” γὰρ “θέλων ζωὴν ἀγαπᾶν, καὶ ἰδεῖν ἡμέρας ἀγαθὰς, παυσάτω τὴν γλῶσσαν ἀπὸ κακοῦ, καὶ χείλη τοῦ μὴ λαλῆσαι δόλον. | |
I Pe | StatResG | 3:12 | Ὅτι ὀφθαλμοὶ ˚Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν, πρόσωπον δὲ ˚Κυρίου ἐπὶ ποιοῦντας κακά.” | |
I Pe | StatResG | 3:14 | Ἀλλʼ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι. “Τὸν δὲ φόβον αὐτῶν, μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε”, | |
I Pe | StatResG | 3:15 | ˚Κύριον δὲ τὸν ˚Χριστὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν, ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον, περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, | |
I Pe | StatResG | 3:16 | ἀλλὰ μετὰ πραΰτητος καὶ φόβου, συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαθὴν ἐν ˚Χριστῷ ἀναστροφήν. | |
I Pe | StatResG | 3:17 | Κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ ˚Θεοῦ, πάσχειν ἢ κακοποιοῦντας. | |
I Pe | StatResG | 3:18 | Ὅτι καὶ ˚Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ἀπέθανεν, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα ὑμᾶς προσαγάγῃ τῷ ˚Θεῷ, θανατωθεὶς μὲν σαρκὶ, ζῳοποιηθεὶς δὲ ˚Πνεύματι, | |
I Pe | StatResG | 3:20 | ἀπειθήσασίν ποτε ὅτε ἀπεξεδέχετο ἡ τοῦ ˚Θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε, κατασκευαζομένης κιβωτοῦ εἰς ἣν ὀλίγοι, τοῦτʼ ἔστιν, ὀκτὼ ψυχαί, διεσώθησαν διʼ ὕδατος. | |
I Pe | StatResG | 3:21 | Ὃ καὶ ὑμᾶς ἀντίτυπον νῦν σῴζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς, ἐπερώτημα εἰς ˚Θεόν διʼ ἀναστάσεως ˚Ἰησοῦ ˚Χριστοῦ, | |