I PETER
Chapter 2
I Pe | StatResG | 2:1 | ¶Ἀποθέμενοι οὖν πᾶσαν κακίαν, καὶ πάντα δόλον, καὶ ὑποκρίσεις, καὶ φθόνους, καὶ πάσας καταλαλιάς, | |
I Pe | StatResG | 2:2 | ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν, | |
I Pe | StatResG | 2:4 | ¶Πρὸς ὃν προσερχόμενοι λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον, παρὰ δὲ ˚Θεῷ ἐκλεκτὸν, ἔντιμον, | |
I Pe | StatResG | 2:5 | καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε, οἶκος πνευματικὸς, εἰς ἱεράτευμα ἅγιον ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους ˚Θεῷ διὰ ˚Ἰησοῦ ˚Χριστοῦ. | |
I Pe | StatResG | 2:6 | Διότι περιέχει ἐν Γραφῇ: “Ἰδοὺ, τίθημι ἐν Σιὼν λίθον, ἀκρογωνιαῖον ἐκλεκτὸν ἔντιμον, καὶ ὁ πιστεύων ἐπʼ αὐτῷ, οὐ μὴ καταισχυνθῇ.” | |
I Pe | StatResG | 2:7 | Ὑμῖν οὖν ἡ τιμὴ, τοῖς πιστεύουσιν· ἀπιστοῦσιν δὲ, “Λίθος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας”, | |
I Pe | StatResG | 2:8 | καὶ, “Λίθος προσκόμματος, καὶ πέτρα σκανδάλου”· οἳ προσκόπτουσιν τῷ λόγῳ ἀπειθοῦντες, εἰς ὃ καὶ ἐτέθησαν. | |
I Pe | StatResG | 2:9 | ¶Ὑμεῖς δὲ “γένος ἐκλεκτόν”, “βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν”, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε, τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος, εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς· | |
I Pe | StatResG | 2:11 | ¶Ἀγαπητοί, παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους, ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς· | |
I Pe | StatResG | 2:12 | τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἔθνεσιν ἔχοντες καλήν, ἵνα ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων ἐποπτεύοντες, δοξάσωσι τὸν ˚Θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς. | |
I Pe | StatResG | 2:14 | εἴτε ἡγεμόσιν ὡς διʼ αὐτοῦ πεμπομένοις, εἰς ἐκδίκησιν κακοποιῶν, ἔπαινον δὲ ἀγαθοποιῶν. | |
I Pe | StatResG | 2:15 | Ὅτι οὕτως ἐστὶν τὸ θέλημα τοῦ ˚Θεοῦ, ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν· | |
I Pe | StatResG | 2:16 | ὡς ἐλεύθεροι, καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλʼ ὡς ˚Θεοῦ δοῦλοι. | |
I Pe | StatResG | 2:18 | ¶Οἱ οἰκέται, ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν, ἀλλὰ καὶ τοῖς σκολιοῖς. | |
I Pe | StatResG | 2:20 | Ποῖον γὰρ κλέος, εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε; Ἀλλʼ εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ ˚Θεῷ. | |
I Pe | StatResG | 2:21 | Εἰς τοῦτο γὰρ ἐκλήθητε, ὅτι καὶ ˚Χριστὸς ἔπαθεν ὑπὲρ ὑμῶν, ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν, ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ· | |
I Pe | StatResG | 2:23 | ὃς λοιδορούμενος, οὐκ ἀντελοιδόρει, πάσχων, οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως· | |
I Pe | StatResG | 2:24 | ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι, τῇ δικαιοσύνῃ ζήσωμεν· οὗ τῷ μώλωπι ἰάθητε. | |