Site uses cookies to provide basic functionality.

OK
JOSHUA
Prev Up Next Toggle notes
Chapter 3
Josh LXX 3:1  καὶ ὤρθρισεν Ἰησοῦς τὸ πρωί καὶ ἀπῆραν ἐκ Σαττιν καὶ ἤλθοσαν ἕως τοῦ Ιορδάνου καὶ κατέλυσαν ἐκεῖ πρὸ τοῦ διαβῆναι
Josh LXX 3:2  καὶ ἐγένετο μετὰ τρεῖς ἡμέρας διῆλθον οἱ γραμματεῖς διὰ τῆς παρεμβολῆς
Josh LXX 3:3  καὶ ἐνετείλαντο τῷ λαῷ λέγοντες ὅταν ἴδητε τὴν κιβωτὸν τῆς διαθήκης κυρίου τοῦ θεοῦ ἡμῶν καὶ τοὺς ἱερεῖς ἡμῶν καὶ τοὺς Λευίτας αἴροντας αὐτήν ἀπαρεῖτε ἀπὸ τῶν τόπων ὑμῶν καὶ πορεύεσθε ὀπίσω αὐτῆς
Josh LXX 3:4  ἀλλὰ μακρὰν ἔστω ἀνὰ μέσον ὑμῶν καὶ ἐκείνης ὅσον δισχιλίους πήχεις στήσεσθε μὴ προσεγγίσητε αὐτῇ ἵν’ ἐπίστησθε τὴν ὁδόν ἣν πορεύεσθε αὐτήν οὐ γὰρ πεπόρευσθε τὴν ὁδὸν ἀπ’ ἐχθὲς καὶ τρίτης ἡμέρας
Josh LXX 3:5  καὶ εἶπεν Ἰησοῦς τῷ λαῷ ἁγνίσασθε εἰς αὔριον ὅτι αὔριον ποιήσει ἐν ὑμῖν κύριος θαυμαστά
Josh LXX 3:6  καὶ εἶπεν Ἰησοῦς τοῖς ἱερεῦσιν ἄρατε τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ προπορεύεσθε τοῦ λαοῦ καὶ ἦραν οἱ ἱερεῖς τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ ἐπορεύοντο ἔμπροσθεν τοῦ λαοῦ
Josh LXX 3:7  καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν ἐν τῇ ἡμέρᾳ ταύτῃ ἄρχομαι ὑψῶσαί σε κατενώπιον πάντων υἱῶν Ισραηλ ἵνα γνῶσιν καθότι ἤμην μετὰ Μωυσῆ οὕτως ἔσομαι καὶ μετὰ σοῦ
Josh LXX 3:8  καὶ νῦν ἔντειλαι τοῖς ἱερεῦσιν τοῖς αἴρουσιν τὴν κιβωτὸν τῆς διαθήκης λέγων ὡς ἂν εἰσέλθητε ἐπὶ μέρους τοῦ ὕδατος τοῦ Ιορδάνου καὶ ἐν τῷ Ιορδάνῃ στήσεσθε
Josh LXX 3:9  καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ισραηλ προσαγάγετε ὧδε καὶ ἀκούσατε τὸ ῥῆμα κυρίου τοῦ θεοῦ ἡμῶν
Josh LXX 3:10  ἐν τούτῳ γνώσεσθε ὅτι θεὸς ζῶν ἐν ὑμῖν καὶ ὀλεθρεύων ὀλεθρεύσει ἀπὸ προσώπου ἡμῶν τὸν Χαναναῖον καὶ τὸν Χετταῖον καὶ τὸν Φερεζαῖον καὶ τὸν Ευαῖον καὶ τὸν Αμορραῖον καὶ τὸν Γεργεσαῖον καὶ τὸν Ιεβουσαῖον
Josh LXX 3:11  ἰδοὺ ἡ κιβωτὸς διαθήκης κυρίου πάσης τῆς γῆς διαβαίνει τὸν Ιορδάνην
Josh LXX 3:12  προχειρίσασθε ὑμῖν δώδεκα ἄνδρας ἀπὸ τῶν υἱῶν Ισραηλ ἕνα ἀφ’ ἑκάστης φυλῆς
Josh LXX 3:13  καὶ ἔσται ὡς ἂν καταπαύσωσιν οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης κυρίου πάσης τῆς γῆς ἐν τῷ ὕδατι τοῦ Ιορδάνου τὸ ὕδωρ τοῦ Ιορδάνου ἐκλείψει τὸ δὲ ὕδωρ τὸ καταβαῖνον στήσεται
Josh LXX 3:14  καὶ ἀπῆρεν ὁ λαὸς ἐκ τῶν σκηνωμάτων αὐτῶν διαβῆναι τὸν Ιορδάνην οἱ δὲ ἱερεῖς ἤροσαν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου πρότεροι τοῦ λαοῦ
Josh LXX 3:15  ὡς δὲ εἰσεπορεύοντο οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐπὶ τὸν Ιορδάνην καὶ οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐβάφησαν εἰς μέρος τοῦ ὕδατος τοῦ Ιορδάνου ὁ δὲ Ιορδάνης ἐπλήρου καθ’ ὅλην τὴν κρηπῖδα αὐτοῦ ὡσεὶ ἡμέραι θερισμοῦ πυρῶν
Josh LXX 3:16  καὶ ἔστη τὰ ὕδατα τὰ καταβαίνοντα ἄνωθεν ἔστη πῆγμα ἓν ἀφεστηκὸς μακρὰν σφόδρα σφοδρῶς ἕως μέρους Καριαθιαριμ τὸ δὲ καταβαῖνον κατέβη εἰς τὴν θάλασσαν Αραβα θάλασσαν ἁλός ἕως εἰς τὸ τέλος ἐξέλιπεν καὶ ὁ λαὸς εἱστήκει ἀπέναντι Ιεριχω
Josh LXX 3:17  καὶ ἔστησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐπὶ ξηρᾶς ἐν μέσῳ τοῦ Ιορδάνου καὶ πάντες οἱ υἱοὶ Ισραηλ διέβαινον διὰ ξηρᾶς ἕως συνετέλεσεν πᾶς ὁ λαὸς διαβαίνων τὸν Ιορδάνην