Site uses cookies to provide basic functionality.

OK
PSALMS
Prev Up Next Toggle notes
Chapter 127
Psal LXX 127:1  ᾠδὴ τῶν ἀναβαθμῶν μακάριοι πάντες οἱ φοβούμενοι τὸν κύριον οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ
Psal LXX 127:2  τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι μακάριος εἶ καὶ καλῶς σοι ἔσται
Psal LXX 127:3  ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου
Psal LXX 127:4  ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν κύριον
Psal LXX 127:5  εὐλογήσαι σε κύριος ἐκ Σιων καὶ ἴδοις τὰ ἀγαθὰ Ιερουσαλημ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου
Psal LXX 127:6  καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου εἰρήνη ἐπὶ τὸν Ισραηλ