I THESSALONIANS
Chapter 1
I Th | StatResG | 1:1 | ¶Παῦλος, καὶ Σιλουανὸς, καὶ Τιμόθεος, τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν ˚Θεῷ Πατρὶ καὶ ˚Κυρίῳ ˚Ἰησοῦ ˚Χριστῷ: χάρις ὑμῖν καὶ εἰρήνη. | |
I Th | StatResG | 1:2 | ¶Εὐχαριστοῦμεν τῷ ˚Θεῷ πάντοτε περὶ πάντων ὑμῶν, μνείαν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν, ἀδιαλείπτως | |
I Th | StatResG | 1:3 | μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως, καὶ τοῦ κόπου τῆς ἀγάπης, καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, ἔμπροσθεν τοῦ ˚Θεοῦ καὶ Πατρὸς ἡμῶν, | |
I Th | StatResG | 1:5 | ὅτι τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνον, ἀλλὰ καὶ ἐν δυνάμει, καὶ ἐν ˚Πνεύματι Ἁγίῳ, καὶ πληροφορίᾳ πολλῇ, καθὼς οἴδατε οἷοι ἐγενήθημεν ὑμῖν διʼ ὑμᾶς. | |
I Th | StatResG | 1:6 | Καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ ˚Κυρίου, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ μετὰ χαρᾶς ˚Πνεύματος Ἁγίου, | |
I Th | StatResG | 1:8 | Ἀφʼ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ ˚Κυρίου, οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ, ἀλλʼ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν ˚Θεὸν ἐξελήλυθεν, ὥστε μὴ χρείαν ἔχειν ἡμᾶς λαλεῖν τι. | |
I Th | StatResG | 1:9 | Αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν ˚Θεὸν ἀπὸ τῶν εἰδώλων, δουλεύειν ˚Θεῷ ζῶντι καὶ ἀληθινῷ, | |