Site uses cookies to provide basic functionality.

OK
I THESSALONIANS
1 2 3 4 5
Prev Up Next Toggle notes
Chapter 1
I Th StatResG 1:1  ¶Παῦλος, καὶ Σιλουανὸς, καὶ Τιμόθεος, τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν ˚Θεῷ Πατρὶ καὶ ˚Κυρίῳ ˚Ἰησοῦ ˚Χριστῷ: χάρις ὑμῖν καὶ εἰρήνη.
I Th StatResG 1:2  ¶Εὐχαριστοῦμεν τῷ ˚Θεῷ πάντοτε περὶ πάντων ὑμῶν, μνείαν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν, ἀδιαλείπτως
I Th StatResG 1:3  μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως, καὶ τοῦ κόπου τῆς ἀγάπης, καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, ἔμπροσθεν τοῦ ˚Θεοῦ καὶ Πατρὸς ἡμῶν,
I Th StatResG 1:4  εἰδότες, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ τοῦ ˚Θεοῦ, τὴν ἐκλογὴν ὑμῶν,
I Th StatResG 1:5  ὅτι τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνον, ἀλλὰ καὶ ἐν δυνάμει, καὶ ἐν ˚Πνεύματι Ἁγίῳ, καὶ πληροφορίᾳ πολλῇ, καθὼς οἴδατε οἷοι ἐγενήθημεν ὑμῖν διʼ ὑμᾶς.
I Th StatResG 1:6  Καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ ˚Κυρίου, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ μετὰ χαρᾶς ˚Πνεύματος Ἁγίου,
I Th StatResG 1:7  ὥστε γενέσθαι ὑμᾶς τύπους πᾶσιν τοῖς πιστεύουσιν ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ.
I Th StatResG 1:8  Ἀφʼ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ ˚Κυρίου, οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ, ἀλλʼ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν ˚Θεὸν ἐξελήλυθεν, ὥστε μὴ χρείαν ἔχειν ἡμᾶς λαλεῖν τι.
I Th StatResG 1:9  Αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν ˚Θεὸν ἀπὸ τῶν εἰδώλων, δουλεύειν ˚Θεῷ ζῶντι καὶ ἀληθινῷ,
I Th StatResG 1:10  καὶ ἀναμένειν τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, ˚Ἰησοῦν, τὸν ῥυόμενον ἡμᾶς ἐκ τῆς ὀργῆς τῆς ἐρχομένης.