I THESSALONIANS
Chapter 2
I Th | StatResG | 2:2 | ἀλλὰ προπαθόντες καὶ ὑβρισθέντες, καθὼς οἴδατε, ἐν Φιλίπποις ἐπαρρησιασάμεθα ἐν τῷ ˚Θεῷ ἡμῶν, λαλῆσαι πρὸς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ ˚Θεοῦ ἐν πολλῷ ἀγῶνι. | |
I Th | StatResG | 2:4 | ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ ˚Θεοῦ, πιστευθῆναι τὸ εὐαγγέλιον, οὕτως λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ ˚Θεῷ, τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν. | |
I Th | StatResG | 2:5 | Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε ἐν προφάσει πλεονεξίας (˚Θεὸς μάρτυς) | |
I Th | StatResG | 2:7 | δυνάμενοι ἐν βάρει εἶναι, ὡς ˚Χριστοῦ ἀπόστολοι. Ἀλλὰ ἐγενήθημεν νήπιοι ἐν μέσῳ ὑμῶν, ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα. | |
I Th | StatResG | 2:8 | Οὕτως ὁμειρόμενοι ὑμῶν, εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν, οὐ μόνον τὸ εὐαγγέλιον τοῦ ˚Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς, διότι ἀγαπητοὶ ἡμῖν ἐγενήθητε. | |
I Th | StatResG | 2:9 | ¶Μνημονεύετε γάρ, ἀδελφοί, τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον· νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν, ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ ˚Θεοῦ. | |
I Th | StatResG | 2:10 | Ὑμεῖς μάρτυρες καὶ ὁ ˚Θεός, ὡς ὁσίως, καὶ δικαίως, καὶ ἀμέμπτως, ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν, | |
I Th | StatResG | 2:12 | παρακαλοῦντες ὑμᾶς, καὶ παραμυθούμενοι, καὶ μαρτυρόμενοι, εἰς τὸ περιπατεῖν ὑμᾶς ἀξίως τοῦ ˚Θεοῦ, τοῦ καλέσαντος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν. | |
I Th | StatResG | 2:13 | ¶Καὶ διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ ˚Θεῷ ἀδιαλείπτως ὅτι παραλαβόντες λόγον ἀκοῆς παρʼ ἡμῶν τοῦ ˚Θεοῦ, ἐδέξασθε οὐ λόγον ἀνθρώπων, ἀλλὰ καθὼς ἀληθῶς ἐστὶν, λόγον ˚Θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν. | |
I Th | StatResG | 2:14 | Ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοί, τῶν ἐκκλησιῶν τοῦ ˚Θεοῦ, τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν ˚Χριστῷ ˚Ἰησοῦ, ὅτι τὰ αὐτὰ ἐπάθετε, καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, | |
I Th | StatResG | 2:15 | τῶν καὶ τὸν ˚Κύριον ἀποκτεινάντων ˚Ἰησοῦν, καὶ τοὺς προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ ˚Θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων, | |
I Th | StatResG | 2:16 | κωλυόντων ἡμᾶς τοῖς ἔθνεσιν λαλῆσαι, ἵνα σωθῶσιν, εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε. Ἔφθασεν δὲ ἐπʼ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. | |
I Th | StatResG | 2:17 | ¶Ἡμεῖς δέ, ἀδελφοί, ἀπορφανισθέντες ἀφʼ ὑμῶν, πρὸς καιρὸν ὥρας, προσώπῳ οὐ καρδίᾳ, περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν ἐν πολλῇ ἐπιθυμίᾳ. | |
I Th | StatResG | 2:18 | Διότι ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς, ἐγὼ μὲν Παῦλος, καὶ ἅπαξ καὶ δίς, καὶ ἐνέκοψεν ἡμᾶς ὁ Σατανᾶς. | |
I Th | StatResG | 2:19 | Τίς γὰρ ἡμῶν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως; Ἢ οὐχὶ καὶ ὑμεῖς, ἔμπροσθεν τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ, ἐν τῇ αὐτοῦ παρουσίᾳ; | |