I THESSALONIANS
Chapter 4
I Th | StatResG | 4:1 | ¶Λοιπὸν οὖν, ἀδελφοί, ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν ἐν ˚Κυρίῳ ˚Ἰησοῦ, καθὼς παρελάβετε παρʼ ἡμῶν, τὸ πῶς δεῖ ὑμᾶς περιπατεῖν καὶ ἀρέσκειν ˚Θεῷ (καθὼς καὶ περιπατεῖτε), ἵνα περισσεύητε μᾶλλον. | |
I Th | StatResG | 4:3 | Τοῦτο γάρ ἐστιν θέλημα τοῦ ˚Θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ τῆς πορνείας, | |
I Th | StatResG | 4:6 | τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὐτοῦ, διότι ἔκδικος ˚Κύριος περὶ πάντων τούτων, καθὼς καὶ προείπαμεν ὑμῖν καὶ διεμαρτυράμεθα. | |
I Th | StatResG | 4:8 | Τοιγαροῦν ὁ ἀθετῶν, οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν ˚Θεὸν, τὸν διδόντα τὸ ˚Πνεῦμα αὐτοῦ τὸ Ἅγιον εἰς ὑμᾶς. | |
I Th | StatResG | 4:9 | ¶Περὶ δὲ τῆς φιλαδελφίας, οὐ χρείαν ἔχετε γράφειν ὑμῖν, αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε, εἰς τὸ ἀγαπᾶν ἀλλήλους. | |
I Th | StatResG | 4:10 | Καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς, τοὺς ἐν ὅλῃ τῇ Μακεδονίᾳ. Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, περισσεύειν μᾶλλον, | |
I Th | StatResG | 4:11 | καὶ φιλοτιμεῖσθαι ἡσυχάζειν καὶ πράσσειν τὰ ἴδια, καὶ ἐργάζεσθαι ταῖς ἰδίαις χερσὶν ὑμῶν, καθὼς ὑμῖν παρηγγείλαμεν, | |
I Th | StatResG | 4:13 | ¶Οὐ θέλομεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κοιμωμένων, ἵνα μὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ, οἱ μὴ ἔχοντες ἐλπίδα. | |
I Th | StatResG | 4:14 | Εἰ γὰρ πιστεύομεν ὅτι ˚Ἰησοῦς ἀπέθανεν καὶ ἀνέστη, οὕτως καὶ ὁ ˚Θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ ˚Ἰησοῦ ἄξει σὺν αὐτῷ. | |
I Th | StatResG | 4:15 | Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ ˚Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ ˚Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας. | |
I Th | StatResG | 4:16 | Ὅτι αὐτὸς ὁ ˚Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι ˚Θεοῦ, καταβήσεται ἀπʼ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν ˚Χριστῷ ἀναστήσονται πρῶτον, | |
I Th | StatResG | 4:17 | ἔπειτα ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς, ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ ˚Κυρίου εἰς ἀέρα· καὶ οὕτως πάντοτε σὺν ˚Κυρίῳ ἐσόμεθα. | |