Site uses cookies to provide basic functionality.

OK
I THESSALONIANS
1 2 3 4 5
Prev Up Next Toggle notes
Chapter 4
I Th StatResG 4:1  ¶Λοιπὸν οὖν, ἀδελφοί, ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν ἐν ˚Κυρίῳ ˚Ἰησοῦ, καθὼς παρελάβετε παρʼ ἡμῶν, τὸ πῶς δεῖ ὑμᾶς περιπατεῖν καὶ ἀρέσκειν ˚Θεῷ (καθὼς καὶ περιπατεῖτε), ἵνα περισσεύητε μᾶλλον.
I Th StatResG 4:2  Οἴδατε γὰρ τίνας παραγγελίας ἐδώκαμεν ὑμῖν διὰ τοῦ ˚Κυρίου ˚Ἰησοῦ.
I Th StatResG 4:3  Τοῦτο γάρ ἐστιν θέλημα τοῦ ˚Θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ τῆς πορνείας,
I Th StatResG 4:4  εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος, κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ,
I Th StatResG 4:5  μὴ ἐν πάθει ἐπιθυμίας, καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν ˚Θεόν,
I Th StatResG 4:6  τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὐτοῦ, διότι ἔκδικος ˚Κύριος περὶ πάντων τούτων, καθὼς καὶ προείπαμεν ὑμῖν καὶ διεμαρτυράμεθα.
I Th StatResG 4:7  Οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ ˚Θεὸς ἐπὶ ἀκαθαρσίᾳ, ἀλλʼ ἐν ἁγιασμῷ.
I Th StatResG 4:8  Τοιγαροῦν ὁ ἀθετῶν, οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν ˚Θεὸν, τὸν διδόντα τὸ ˚Πνεῦμα αὐτοῦ τὸ Ἅγιον εἰς ὑμᾶς.
I Th StatResG 4:9  ¶Περὶ δὲ τῆς φιλαδελφίας, οὐ χρείαν ἔχετε γράφειν ὑμῖν, αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε, εἰς τὸ ἀγαπᾶν ἀλλήλους.
I Th StatResG 4:10  Καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς, τοὺς ἐν ὅλῃ τῇ Μακεδονίᾳ. Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, περισσεύειν μᾶλλον,
I Th StatResG 4:11  καὶ φιλοτιμεῖσθαι ἡσυχάζειν καὶ πράσσειν τὰ ἴδια, καὶ ἐργάζεσθαι ταῖς ἰδίαις χερσὶν ὑμῶν, καθὼς ὑμῖν παρηγγείλαμεν,
I Th StatResG 4:12  ἵνα περιπατῆτε εὐσχημόνως πρὸς τοὺς ἔξω, καὶ μηδενὸς χρείαν ἔχητε.
I Th StatResG 4:13  ¶Οὐ θέλομεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κοιμωμένων, ἵνα μὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ, οἱ μὴ ἔχοντες ἐλπίδα.
I Th StatResG 4:14  Εἰ γὰρ πιστεύομεν ὅτι ˚Ἰησοῦς ἀπέθανεν καὶ ἀνέστη, οὕτως καὶ ὁ ˚Θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ ˚Ἰησοῦ ἄξει σὺν αὐτῷ.
I Th StatResG 4:15  Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ ˚Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ ˚Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας.
I Th StatResG 4:16  Ὅτι αὐτὸς ὁ ˚Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι ˚Θεοῦ, καταβήσεται ἀπʼ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν ˚Χριστῷ ἀναστήσονται πρῶτον,
I Th StatResG 4:17  ἔπειτα ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς, ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ ˚Κυρίου εἰς ἀέρα· καὶ οὕτως πάντοτε σὺν ˚Κυρίῳ ἐσόμεθα.
I Th StatResG 4:18  Ὥστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις.