Site uses cookies to provide basic functionality.

OK
I THESSALONIANS
1 2 3 4 5
Prev Up Next Toggle notes
Chapter 5
I Th StatResG 5:1  ¶Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι.
I Th StatResG 5:2  Αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι ἡμέρα ˚Κυρίου, ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται.
I Th StatResG 5:3  Ὅταν λέγωσιν, “Εἰρήνη καὶ ἀσφάλεια”, τότε αἰφνίδιος ἐπίσταται αὐτοῖς ὄλεθρος, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν.
I Th StatResG 5:4  Ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτας καταλάβῃ.
I Th StatResG 5:5  Πάντες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε, καὶ υἱοὶ ἡμέρας. Οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους.
I Th StatResG 5:6  Ἄρα οὖν μὴ καθεύδωμεν ὡς οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν.
I Th StatResG 5:7  Οἱ γὰρ καθεύδοντες, νυκτὸς καθεύδουσιν, καὶ οἱ μεθυσκόμενοι, νυκτὸς μεθύουσιν.
I Th StatResG 5:8  Ἡμεῖς δὲ ἡμέρας ὄντες, νήφωμεν, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης, καὶ περικεφαλαίαν, ἐλπίδα σωτηρίας.
I Th StatResG 5:9  Ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ ˚Θεὸς εἰς ὀργὴν, ἀλλὰ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ,
I Th StatResG 5:10  τοῦ ἀποθανόντος περὶ ἡμῶν, ἵνα εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν, ἅμα σὺν αὐτῷ ζήσωμεν.
I Th StatResG 5:11  Διὸ παρακαλεῖτε ἀλλήλους, καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.
I Th StatResG 5:12  ¶Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν, καὶ προϊσταμένους ὑμῶν ἐν ˚Κυρίῳ, καὶ νουθετοῦντας ὑμᾶς,
I Th StatResG 5:13  καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ, διὰ τὸ ἔργον αὐτῶν. Εἰρηνεύετε ἐν ἑαυτοῖς.
I Th StatResG 5:14  Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας.
I Th StatResG 5:15  Ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε, καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας.
I Th StatResG 5:18  Ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα ˚Θεοῦ ἐν ˚Χριστῷ ˚Ἰησοῦ εἰς ὑμᾶς.
I Th StatResG 5:20  Προφητείας μὴ ἐξουθενεῖτε.
I Th StatResG 5:21  Πάντα δοκιμάζετε, τὸ καλὸν κατέχετε.
I Th StatResG 5:22  Ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.
I Th StatResG 5:23  ¶Αὐτὸς δὲ ὁ ˚Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα, καὶ ἡ ψυχὴ, καὶ τὸ σῶμα, ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, τηρηθείη.
I Th StatResG 5:24  Πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.
I Th StatResG 5:25  ¶Ἀδελφοί, προσεύχεσθε καὶ περὶ ἡμῶν.
I Th StatResG 5:26  Ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ.
I Th StatResG 5:27  Ἐνορκίζω ὑμᾶς τὸν ˚Κύριον, ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσιν τοῖς ἀδελφοῖς.
I Th StatResG 5:28  Ἡ χάρις τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, μεθʼ ὑμῶν. Ἀμήν!