I THESSALONIANS
Chapter 5
I Th | StatResG | 5:3 | Ὅταν λέγωσιν, “Εἰρήνη καὶ ἀσφάλεια”, τότε αἰφνίδιος ἐπίσταται αὐτοῖς ὄλεθρος, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν. | |
I Th | StatResG | 5:8 | Ἡμεῖς δὲ ἡμέρας ὄντες, νήφωμεν, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης, καὶ περικεφαλαίαν, ἐλπίδα σωτηρίας. | |
I Th | StatResG | 5:9 | Ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ ˚Θεὸς εἰς ὀργὴν, ἀλλὰ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, | |
I Th | StatResG | 5:10 | τοῦ ἀποθανόντος περὶ ἡμῶν, ἵνα εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν, ἅμα σὺν αὐτῷ ζήσωμεν. | |
I Th | StatResG | 5:12 | ¶Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν, καὶ προϊσταμένους ὑμῶν ἐν ˚Κυρίῳ, καὶ νουθετοῦντας ὑμᾶς, | |
I Th | StatResG | 5:13 | καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ, διὰ τὸ ἔργον αὐτῶν. Εἰρηνεύετε ἐν ἑαυτοῖς. | |
I Th | StatResG | 5:14 | Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. | |
I Th | StatResG | 5:15 | Ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε, καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας. | |
I Th | StatResG | 5:23 | ¶Αὐτὸς δὲ ὁ ˚Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα, καὶ ἡ ψυχὴ, καὶ τὸ σῶμα, ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, τηρηθείη. | |