Site uses cookies to provide basic functionality.

OK
I THESSALONIANS
1 2 3 4 5
Prev Up Next Toggle notes
Chapter 2
I Th StatResG 2:1  ¶Αὐτοὶ γὰρ οἴδατε, ἀδελφοί, τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς, ὅτι οὐ κενὴ γέγονεν,
I Th StatResG 2:2  ἀλλὰ προπαθόντες καὶ ὑβρισθέντες, καθὼς οἴδατε, ἐν Φιλίπποις ἐπαρρησιασάμεθα ἐν τῷ ˚Θεῷ ἡμῶν, λαλῆσαι πρὸς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ ˚Θεοῦ ἐν πολλῷ ἀγῶνι.
I Th StatResG 2:3  Ἡ γὰρ παράκλησις ἡμῶν οὐκ ἐκ πλάνης, οὐδὲ ἐξ ἀκαθαρσίας, οὐδὲ ἐν δόλῳ,
I Th StatResG 2:4  ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ ˚Θεοῦ, πιστευθῆναι τὸ εὐαγγέλιον, οὕτως λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ ˚Θεῷ, τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν.
I Th StatResG 2:5  Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε ἐν προφάσει πλεονεξίας (˚Θεὸς μάρτυς)
I Th StatResG 2:6  οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφʼ ὑμῶν, οὔτε ἀπʼ ἄλλων,
I Th StatResG 2:7  δυνάμενοι ἐν βάρει εἶναι, ὡς ˚Χριστοῦ ἀπόστολοι. Ἀλλὰ ἐγενήθημεν νήπιοι ἐν μέσῳ ὑμῶν, ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα.
I Th StatResG 2:8  Οὕτως ὁμειρόμενοι ὑμῶν, εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν, οὐ μόνον τὸ εὐαγγέλιον τοῦ ˚Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς, διότι ἀγαπητοὶ ἡμῖν ἐγενήθητε.
I Th StatResG 2:9  ¶Μνημονεύετε γάρ, ἀδελφοί, τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον· νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν, ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ ˚Θεοῦ.
I Th StatResG 2:10  Ὑμεῖς μάρτυρες καὶ ὁ ˚Θεός, ὡς ὁσίως, καὶ δικαίως, καὶ ἀμέμπτως, ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν,
I Th StatResG 2:11  καθάπερ οἴδατε ὡς ἕνα ἕκαστον ὑμῶν, ὡς πατὴρ τέκνα ἑαυτοῦ,
I Th StatResG 2:12  παρακαλοῦντες ὑμᾶς, καὶ παραμυθούμενοι, καὶ μαρτυρόμενοι, εἰς τὸ περιπατεῖν ὑμᾶς ἀξίως τοῦ ˚Θεοῦ, τοῦ καλέσαντος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν.
I Th StatResG 2:13  ¶Καὶ διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ ˚Θεῷ ἀδιαλείπτως ὅτι παραλαβόντες λόγον ἀκοῆς παρʼ ἡμῶν τοῦ ˚Θεοῦ, ἐδέξασθε οὐ λόγον ἀνθρώπων, ἀλλὰ καθὼς ἀληθῶς ἐστὶν, λόγον ˚Θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν.
I Th StatResG 2:14  Ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοί, τῶν ἐκκλησιῶν τοῦ ˚Θεοῦ, τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν ˚Χριστῷ ˚Ἰησοῦ, ὅτι τὰ αὐτὰ ἐπάθετε, καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων,
I Th StatResG 2:15  τῶν καὶ τὸν ˚Κύριον ἀποκτεινάντων ˚Ἰησοῦν, καὶ τοὺς προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ ˚Θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων,
I Th StatResG 2:16  κωλυόντων ἡμᾶς τοῖς ἔθνεσιν λαλῆσαι, ἵνα σωθῶσιν, εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε. Ἔφθασεν δὲ ἐπʼ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος.
I Th StatResG 2:17  ¶Ἡμεῖς δέ, ἀδελφοί, ἀπορφανισθέντες ἀφʼ ὑμῶν, πρὸς καιρὸν ὥρας, προσώπῳ οὐ καρδίᾳ, περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν ἐν πολλῇ ἐπιθυμίᾳ.
I Th StatResG 2:18  Διότι ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς, ἐγὼ μὲν Παῦλος, καὶ ἅπαξ καὶ δίς, καὶ ἐνέκοψεν ἡμᾶς ὁ Σατανᾶς.
I Th StatResG 2:19  Τίς γὰρ ἡμῶν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως; Ἢ οὐχὶ καὶ ὑμεῖς, ἔμπροσθεν τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ, ἐν τῇ αὐτοῦ παρουσίᾳ;
I Th StatResG 2:20  Ὑμεῖς γάρ ἐστε ἡ δόξα ἡμῶν, καὶ ἡ χαρά.