Site uses cookies to provide basic functionality.

OK
JUDGES
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21
Prev Up Next
Chapter 14
Judg LXX 14:1  καὶ κατέβη Σαμψων εἰς Θαμναθα καὶ εἶδεν γυναῖκα εἰς Θαμναθα ἀπὸ τῶν θυγατέρων τῶν ἀλλοφύλων καὶ κατέβη Σαμψων εἰς Θαμναθα καὶ εἶδεν γυναῖκα ἐν Θαμναθα ἐκ τῶν θυγατέρων τῶν ἀλλοφύλων καὶ ἤρεσεν ἐνώπιον αὐτοῦ
Judg LXX 14:2  καὶ ἀνέβη καὶ ἀπήγγειλεν τῷ πατρὶ αὐτοῦ καὶ τῇ μητρὶ αὐτοῦ καὶ εἶπεν γυναῖκα ἑόρακα ἐν Θαμναθα ἀπὸ τῶν θυγατέρων Φυλιστιιμ καὶ νῦν λάβετε αὐτὴν ἐμοὶ εἰς γυναῖκα καὶ ἀνέβη καὶ ἀπήγγειλεν τῷ πατρὶ αὐτοῦ καὶ τῇ μητρὶ αὐτοῦ καὶ εἶπεν γυναῖκα ἑώρακα ἐν Θαμναθα ἀπὸ τῶν θυγατέρων τῶν ἀλλοφύλων καὶ νῦν λάβετέ μοι αὐτὴν εἰς γυναῖκα
Judg LXX 14:3  καὶ εἶπεν αὐτῷ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ μὴ οὔκ εἰσιν θυγατέρες τῶν ἀδελφῶν σου καὶ ἐκ παντὸς τοῦ λαοῦ μου γυνή ὅτι σὺ πορεύῃ λαβεῖν γυναῖκα ἀπὸ τῶν ἀλλοφύλων τῶν ἀπεριτμήτων καὶ εἶπεν Σαμψων πρὸς τὸν πατέρα αὐτοῦ ταύτην λαβέ μοι ὅτι αὕτη εὐθεῖα ἐν ὀφθαλμοῖς μου καὶ εἶπεν αὐτῷ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ μὴ οὐκ ἔστιν ἀπὸ τῶν θυγατέρων τῶν ἀδελφῶν σου καὶ ἐν παντὶ τῷ λαῷ μου γυνή ὅτι σὺ πορεύῃ λαβεῖν γυναῖκα ἐκ τῶν ἀλλοφύλων τῶν ἀπεριτμήτων καὶ εἶπεν Σαμψων πρὸς τὸν πατέρα αὐτοῦ ταύτην λαβέ μοι ὅτι ἤρεσεν ἐν ὀφθαλμοῖς μου
Judg LXX 14:4  καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οὐκ ἔγνωσαν ὅτι παρὰ κυρίου ἐστίν ὅτι ἐκδίκησιν αὐτὸς ζητεῖ ἐκ τῶν ἀλλοφύλων καὶ ἐν τῷ καιρῷ ἐκείνῳ οἱ ἀλλόφυλοι κυριεύοντες ἐν Ισραηλ καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οὐκ ἔγνωσαν ὅτι παρὰ κυρίου ἐστίν ὅτι ἀνταπόδομα αὐτὸς ἐκζητεῖ ἐκ τῶν ἀλλοφύλων καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἀλλόφυλοι ἐκυρίευον τῶν υἱῶν Ισραηλ
Judg LXX 14:5  καὶ κατέβη Σαμψων καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ εἰς Θαμναθα καὶ ἦλθεν ἕως τοῦ ἀμπελῶνος Θαμναθα καὶ ἰδοὺ σκύμνος λέοντος ὠρυόμενος εἰς συνάντησιν αὐτοῦ καὶ κατέβη Σαμψων καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ εἰς Θαμναθα καὶ ἐξέκλινεν εἰς ἀμπελῶνα Θαμναθα καὶ ἰδοὺ σκύμνος λεόντων ὠρυόμενος εἰς ἀπάντησιν αὐτοῦ
Judg LXX 14:6  καὶ ἥλατο ἐπ’ αὐτὸν πνεῦμα κυρίου καὶ συνέτριψεν αὐτόν ὡσεὶ συντρίψει ἔριφον καὶ οὐδὲν ἦν ἐν ταῖς χερσὶν αὐτοῦ καὶ οὐκ ἀπήγγειλεν τῷ πατρὶ αὐτοῦ καὶ τῇ μητρὶ αὐτοῦ ὃ ἐποίησεν καὶ κατηύθυνεν ἐπ’ αὐτὸν πνεύμα κυρίου καὶ διέσπασεν αὐτόν ὡσεὶ διασπάσαι ἔριφον αἰγῶν καὶ οὐδὲν ἦν ἐν τῇ χειρὶ αὐτοῦ καὶ οὐκ ἀπήγγειλεν τῷ πατρὶ αὐτοῦ οὐδὲ τῇ μητρὶ ἃ ἐποίησεν
Judg LXX 14:7  καὶ κατέβησαν καὶ ἐλάλησαν τῇ γυναικί καὶ ηὐθύνθη ἐν ὀφθαλμοῖς Σαμψων καὶ κατέβησαν καὶ ἐλάλησαν τῇ γυναικί καὶ ἤρεσεν ἐνώπιον Σαμψων
Judg LXX 14:8  καὶ ὑπέστρεψεν μεθ’ ἡμέρας λαβεῖν αὐτὴν καὶ ἐξέκλινεν ἰδεῖν τὸ πτῶμα τοῦ λέοντος καὶ ἰδοὺ συναγωγὴ μελισσῶν ἐν τῷ στόματι τοῦ λέοντος καὶ μέλι καὶ ἐπέστρεψεν μεθ’ ἡμέρας λαβεῖν αὐτὴν καὶ ἐξέκλινεν ἰδεῖν τὸ πτῶμα τοῦ λέοντος καὶ ἰδοὺ συστροφὴ μελισσῶν ἐν τῷ στόματι τοῦ λέοντος καὶ μέλι ἦν
Judg LXX 14:9  καὶ ἐξεῖλεν αὐτὸ εἰς χεῖρας αὐτοῦ καὶ ἐπορεύετο πορευόμενος καὶ ἐσθίων καὶ ἐπορεύθη πρὸς τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ ἔδωκεν αὐτοῖς καὶ ἔφαγον καὶ οὐκ ἀπήγγειλεν αὐτοῖς ὅτι ἀπὸ τοῦ στόματος τοῦ λέοντος ἐξεῖλεν τὸ μέλι καὶ ἐξεῖλεν αὐτὸ εἰς τὸ στόμα αὐτοῦ καὶ ἐπορεύθη πορευόμενος καὶ ἔσθων καὶ ἐπορεύθη πρὸς τὸν πατέρα αὐτοῦ καὶ πρὸς τὴν μητέρα αὐτοῦ καὶ ἔδωκεν αὐτοῖς καὶ ἔφαγον καὶ οὐκ ἀπήγγειλεν αὐτοῖς ὅτι ἐκ τῆς ἕξεως τοῦ λέοντος ἐξεῖλεν τὸ μέλι
Judg LXX 14:10  καὶ κατέβη ὁ πατὴρ αὐτοῦ πρὸς τὴν γυναῖκα καὶ ἐποίησεν ἐκεῖ Σαμψων πότον ἑπτὰ ἡμέρας ὅτι οὕτως ποιοῦσιν οἱ νεανίσκοι καὶ κατέβη ὁ πατὴρ αὐτοῦ πρὸς τὴν γυναῖκα καὶ ἐποίησεν ἐκεῖ Σαμψων πότον ἡμέρας ἑπτά ὅτι οὕτως ἐποίουν οἱ νεανίσκοι
Judg LXX 14:11  καὶ ἐγένετο ὅτε εἶδον αὐτόν καὶ ἔλαβον τριάκοντα κλητούς καὶ ἦσαν μετ’ αὐτοῦ καὶ ἐγένετο ἐν τῷ φοβεῖσθαι αὐτοὺς αὐτὸν προσκατέστησαν αὐτῷ ἑταίρους τριάκοντα καὶ ἦσαν μετ’ αὐτοῦ
Judg LXX 14:12  καὶ εἶπεν αὐτοῖς Σαμψων πρόβλημα ὑμῖν προβάλλομαι ἐὰν ἀπαγγέλλοντες ἀπαγγείλητε αὐτὸ ἐν ταῖς ἑπτὰ ἡμέραις τοῦ πότου καὶ εὕρητε δώσω ὑμῖν τριάκοντα σινδόνας καὶ τριάκοντα στολὰς ἱματίων καὶ εἶπεν αὐτοῖς Σαμψων προβαλῶ ὑμῖν πρόβλημα καὶ ἐὰν ἀπαγγείλητέ μοι τὸ πρόβλημα ἐν ταῖς ἑπτὰ ἡμέραις τοῦ πότου δώσω ὑμῖν τριάκοντα σινδόνας καὶ τριάκοντα στολάς
Judg LXX 14:13  καὶ ἐὰν μὴ δύνησθε ἀπαγγεῖλαί μοι δώσετε ὑμεῖς ἐμοὶ τριάκοντα ὀθόνια καὶ τριάκοντα ἀλλασσομένας στολὰς ἱματίων καὶ εἶπαν αὐτῷ προβαλοῦ τὸ πρόβλημα καὶ ἀκουσόμεθα αὐτό καὶ ἐὰν μὴ δυνασθῆτε ἀπαγγεῖλαί μοι καὶ δώσετε ὑμεῖς ἐμοὶ τριάκοντα σινδόνας καὶ τριάκοντα στολὰς ἱματίων καὶ εἶπαν αὐτῷ προβαλοῦ τὸ πρόβλημά σου καὶ ἀκουσόμεθα αὐτοῦ
Judg LXX 14:14  καὶ εἶπεν αὐτοῖς τί βρωτὸν ἐξῆλθεν ἐκ βιβρώσκοντος καὶ ἀπὸ ἰσχυροῦ γλυκύ καὶ οὐκ ἠδύναντο ἀπαγγεῖλαι τὸ πρόβλημα ἐπὶ τρεῖς ἡμέρας καὶ εἶπεν αὐτοῖς ἐκ τοῦ ἔσθοντος ἐξῆλθεν βρῶσις καὶ ἐξ ἰσχυροῦ ἐξῆλθεν γλυκύ καὶ οὐκ ἠδυνάσθησαν ἀπαγγεῖλαι τὸ πρόβλημα ἐπὶ τρεῖς ἡμέρας
Judg LXX 14:15  καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ τετάρτῃ καὶ εἶπαν τῇ γυναικὶ Σαμψων ἀπάτησον δὴ τὸν ἄνδρα σου καὶ ἀπαγγειλάτω σοι τὸ πρόβλημα μήποτε κατακαύσωμέν σε καὶ τὸν οἶκον τοῦ πατρός σου ἐν πυρί ἦ ἐκβιάσαι ἡμᾶς κεκλήκατε καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ τετάρτῃ καὶ εἶπαν τῇ γυναικὶ Σαμψων ἀπάτησον δὴ τὸν ἄνδρα σου καὶ ἀπαγγειλάτω σοι τὸ πρόβλημα μήποτε ἐμπυρίσωμέν σε καὶ τὸν οἶκον τοῦ πατρός σου ἐν πυρί ἦ πτωχεῦσαι ἐκαλέσατε ἡμᾶς
Judg LXX 14:16  καὶ ἔκλαυσεν ἡ γυνὴ Σαμψων πρὸς αὐτὸν καὶ εἶπεν πλὴν μεμίσηκάς με καὶ οὐκ ἠγάπησάς με ὅτι τὸ πρόβλημα ὃ προεβάλου τοῖς υἱοῖς τοῦ λαοῦ μου οὐκ ἀπήγγειλάς μοι καὶ εἶπεν αὐτῇ Σαμψων εἰ τῷ πατρί μου καὶ τῇ μητρί μου οὐκ ἀπήγγελκα σοὶ ἀπαγγείλω καὶ ἔκλαυσεν ἡ γυνὴ Σαμψων ἐπ’ αὐτὸν καὶ εἶπεν αὐτῷ μεμίσηκάς με καὶ οὐκ ἠγάπηκάς με ὅτι τὸ πρόβλημα ὃ προεβάλου τοῖς υἱοῖς τοῦ λαοῦ μου κἀμοὶ οὐκ ἀπήγγειλας αὐτό καὶ εἶπεν αὐτῇ Σαμψων ἰδοὺ τῷ πατρί μου καὶ τῇ μητρί μου οὐκ ἀπήγγειλα αὐτό καὶ σοὶ ἀπαγγελῶ
Judg LXX 14:17  καὶ ἔκλαυσεν πρὸς αὐτὸν ἐπὶ τὰς ἑπτὰ ἡμέρας ἃς ἦν αὐτοῖς ὁ πότος καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἀπήγγειλεν αὐτῇ ὅτι παρενώχλησεν αὐτῷ καὶ αὐτὴ ἀπήγγειλεν τοῖς υἱοῖς τοῦ λαοῦ αὐτῆς καὶ ἔκλαυσεν ἐπ’ αὐτὸν ἐπὶ τὰς ἑπτὰ ἡμέρας ἐν αἷς ἦν ἐν αὐταῖς ὁ πότος καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἀπήγγειλεν αὐτῇ ὅτι παρηνώχλησεν αὐτόν καὶ αὐτὴ ἀπήγγειλεν τοῖς υἱοῖς τοῦ λαοῦ αὐτῆς
Judg LXX 14:18  καὶ εἶπαν αὐτῷ οἱ ἄνδρες τῆς πόλεως ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ πρὸ τοῦ ἀνατεῖλαι τὸν ἥλιον τί γλυκύτερον μέλιτος καὶ τί ἰσχυρότερον λέοντος καὶ εἶπεν αὐτοῖς Σαμψων εἰ μὴ ἠροτριάσατε ἐν τῇ δαμάλει μου οὐκ ἂν ἔγνωτε τὸ πρόβλημά μου καὶ εἶπαν αὐτῷ οἱ ἄνδρες τῆς πόλεως ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ πρὶν δῦναι τὸν ἥλιον τί γλυκύτερον μέλιτος καὶ τί ἰσχυρότερον λέοντος καὶ εἶπεν αὐτοῖς Σαμψων εἰ μὴ κατεδαμάσατέ μου τὴν δάμαλιν οὐκ ἂν εὕρετε τὸ πρόβλημά μου
Judg LXX 14:19  καὶ ἥλατο ἐπ’ αὐτὸν πνεῦμα κυρίου καὶ κατέβη εἰς Ἀσκαλῶνα καὶ ἐπάταξεν ἐξ αὐτῶν τριάκοντα ἄνδρας καὶ ἔλαβεν τὰ ἱμάτια αὐτῶν καὶ ἔδωκεν τὰς στολὰς τοῖς ἀπαγγείλασιν τὸ πρόβλημα καὶ ὠργίσθη θυμῷ Σαμψων καὶ ἀνέβη εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ καὶ κατεύθυνεν ἐπ’ αὐτὸν πνεῦμα κυρίου καὶ κατέβη εἰς Ἀσκαλῶνα καὶ ἔπαισεν ἐκεῖθεν τριάκοντα ἄνδρας καὶ ἔλαβεν τὰς στολὰς αὐτῶν καὶ ἔδωκεν τοῖς ἀπαγγείλασιν τὸ πρόβλημα καὶ ἐθυμώθη ὀργῇ Σαμψων καὶ ἀνέβη εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ
Judg LXX 14:20  καὶ ἐγένετο ἡ γυνὴ Σαμψων ἑνὶ τῶν φίλων αὐτοῦ ὧν ἐφιλίασεν καὶ συνῴκησεν ἡ γυνὴ Σαμψων τῷ νυμφαγωγῷ αὐτοῦ ὃς ἦν ἑταῖρος αὐτοῦ