Site uses cookies to provide basic functionality.

OK
JUDGES
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21
Prev Up Next Toggle notes
Chapter 3
Judg LXX 3:1  καὶ ταῦτα τὰ ἔθνη ἃ ἀφῆκεν κύριος αὐτὰ ὥστε πειράσαι ἐν αὐτοῖς τὸν Ισραηλ πάντας τοὺς μὴ ἐγνωκότας τοὺς πολέμους Χανααν καὶ ταῦτα τὰ ἔθνη ἀφῆκεν Ἰησοῦς ὥστε πειράσαι ἐν αὐτοῖς τὸν Ισραηλ πάντας τοὺς μὴ ἐγνωκότας πάντας τοὺς πολέμους Χανααν
Judg LXX 3:2  πλὴν διὰ τὰς γενεὰς υἱῶν Ισραηλ τοῦ διδάξαι αὐτοὺς πόλεμον πλὴν οἱ ἔμπροσθεν αὐτῶν οὐκ ἔγνωσαν αὐτά πλὴν διὰ τὰς γενεὰς τῶν υἱῶν Ισραηλ τοῦ διδάξαι αὐτοὺς πόλεμον πλὴν οἱ ἔμπροσθεν αὐτῶν οὐκ ἔγνωσαν αὐτά
Judg LXX 3:3  τὰς πέντε σατραπείας τῶν ἀλλοφύλων καὶ πάντα τὸν Χαναναῖον καὶ τὸν Σιδώνιον καὶ τὸν Ευαῖον τὸν κατοικοῦντα τὸν Λίβανον ἀπὸ τοῦ ὄρους τοῦ Αερμων ἕως Λαβωεμαθ τὰς πέντε σατραπείας τῶν ἀλλοφύλων καὶ πάντα τὸν Χαναναῖον καὶ τὸν Σιδώνιον καὶ τὸν Ευαῖον τὸν κατοικοῦντα τὸν Λίβανον ἀπὸ τοῦ ὄρους τοῦ Βαλαερμων ἕως Λοβωημαθ
Judg LXX 3:4  καὶ ἐγένετο ὥστε πειράσαι ἐν αὐτοῖς τὸν Ισραηλ γνῶναι εἰ ἀκούσονται τὰς ἐντολὰς κυρίου ἃς ἐνετείλατο τοῖς πατράσιν αὐτῶν ἐν χειρὶ Μωυσῆ καὶ ἐγένετο ὥστε πειράσαι ἐν αὐτοῖς τὸν Ισραηλ γνῶναι εἰ ἀκούσονται τὰς ἐντολὰς κυρίου ἃς ἐνετείλατο τοῖς πατράσιν αὐτῶν ἐν χειρὶ Μωυσῆ
Judg LXX 3:5  καὶ οἱ υἱοὶ Ισραηλ κατῴκησαν ἐν μέσῳ τοῦ Χαναναίου καὶ τοῦ Χετταίου καὶ τοῦ Αμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Ευαίου καὶ τοῦ Ιεβουσαίου καὶ οἱ υἱοὶ Ισραηλ κατῴκησαν ἐν μέσῳ τοῦ Χαναναίου καὶ τοῦ Χετταίου καὶ τοῦ Αμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Ευαίου καὶ τοῦ Ιεβουσαίου
Judg LXX 3:6  καὶ ἔλαβον τὰς θυγατέρας αὐτῶν ἑαυτοῖς εἰς γυναῖκας καὶ τὰς θυγατέρας αὐτῶν ἔδωκαν τοῖς υἱοῖς αὐτῶν καὶ ἐλάτρευσαν τοῖς θεοῖς αὐτῶν καὶ ἔλαβον τὰς θυγατέρας αὐτῶν ἑαυτοῖς εἰς γυναῖκας καὶ τὰς θυγατέρας αὐτῶν ἔδωκαν τοῖς υἱοῖς αὐτῶν καὶ ἐλάτρευσαν τοῖς θεοῖς αὐτῶν
Judg LXX 3:7  καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πονηρὸν ἐναντίον κυρίου καὶ ἐπελάθοντο κυρίου τοῦ θεοῦ αὐτῶν καὶ ἐλάτρευσαν τοῖς Βααλιμ καὶ τοῖς ἄλσεσιν καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πονηρὸν ἔναντι κυρίου καὶ ἐπελάθοντο κυρίου θεοῦ αὐτῶν καὶ ἐλάτρευσαν ταῖς Βααλιμ καὶ τοῖς ἄλσεσιν
Judg LXX 3:8  καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῷ Ισραηλ καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ Χουσαρσαθαιμ βασιλέως Συρίας ποταμῶν καὶ ἐδούλευσαν οἱ υἱοὶ Ισραηλ τῷ Χουσαρσαθαιμ ἔτη ὀκτώ καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῷ Ισραηλ καὶ ἀπέδοτο αὐτοὺς εἰς χεῖρας Χουσαρσαθωμ βασιλέως Συρίας ποταμῶν καὶ ἐδούλευσαν αὐτῷ ὀκτὼ ἔτη
Judg LXX 3:9  καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον καὶ ἤγειρεν κύριος σωτῆρα τῷ Ισραηλ καὶ ἔσωσεν αὐτούς τὸν Γοθονιηλ υἱὸν Κενεζ ἀδελφοῦ Χαλεβ τὸν νεώτερον ὑπὲρ αὐτόν καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον καὶ ἤγειρεν κύριος σωτῆρα τῷ Ισραηλ καὶ ἔσωσεν αὐτούς τὸν Γοθονιηλ υἱὸν Κενεζ ἀδελφὸν Χαλεβ τὸν νεώτερον αὐτοῦ καὶ εἰσήκουσεν αὐτοῦ
Judg LXX 3:10  καὶ ἐγένετο ἐπ’ αὐτὸν πνεῦμα κυρίου καὶ ἔκρινεν τὸν Ισραηλ καὶ ἐξῆλθεν εἰς πόλεμον πρὸς Χουσαρσαθαιμ καὶ παρέδωκεν κύριος ἐν χειρὶ αὐτοῦ τὸν Χουσαρσαθαιμ βασιλέα Συρίας ποταμῶν καὶ ἐκραταιώθη ἡ χεὶρ αὐτοῦ ἐπὶ τὸν Χουσαρσαθαιμ καὶ ἐγένετο ἐπ’ αὐτὸν πνεῦμα κυρίου καὶ ἔκρινεν τὸν Ισραηλ καὶ ἐξῆλθεν ἐπὶ τὸν πόλεμον καὶ παρέδωκεν κύριος ἐν χειρὶ αὐτοῦ τὸν Χουσαρσαθωμ βασιλέα Συρίας καὶ ἐκραταιώθη ἡ χεὶρ αὐτοῦ ἐπὶ τὸν Χουσαρσαθωμ
Judg LXX 3:11  καὶ ἡσύχασεν ἡ γῆ τεσσαράκοντα ἔτη καὶ ἀπέθανεν Γοθονιηλ υἱὸς Κενεζ καὶ ἡσύχασεν ἡ γῆ ἔτη πεντήκοντα καὶ ἀπέθανεν Γοθονιηλ υἱὸς Κενεζ
Judg LXX 3:12  καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐνίσχυσεν κύριος τὸν Εγλωμ βασιλέα Μωαβ ἐπὶ τὸν Ισραηλ διὰ τὸ πεποιηκέναι αὐτοὺς τὸ πονηρὸν ἔναντι κυρίου καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἔναντι κυρίου καὶ ἐνίσχυσεν κύριος τὸν Εγλωμ βασιλέα Μωαβ ἐπὶ τὸν Ισραηλ διὰ τὸ πεποιηκέναι αὐτοὺς τὸ πονηρὸν ἔναντι κυρίου
Judg LXX 3:13  καὶ συνήγαγεν πρὸς ἑαυτὸν πάντας τοὺς υἱοὺς Αμμων καὶ Αμαληκ καὶ ἐπορεύθη καὶ ἐπάταξεν τὸν Ισραηλ καὶ ἐκληρονόμησεν τὴν πόλιν τῶν φοινίκων καὶ προσήγαγεν πρὸς αὐτὸν πάντας τοὺς υἱοὺς Αμμων καὶ Αμαληκ καὶ ἐπορεύθη καὶ ἐπάταξεν τὸν Ισραηλ καὶ ἐκληρονόμησεν τὴν πόλιν τῶν φοινίκων
Judg LXX 3:14  καὶ ἐδούλευσαν οἱ υἱοὶ Ισραηλ τῷ Εγλωμ βασιλεῖ Μωαβ ἔτη δέκα ὀκτώ καὶ ἐδούλευσαν οἱ υἱοὶ Ισραηλ τῷ Εγλωμ βασιλεῖ Μωαβ ἔτη δέκα ὀκτώ
Judg LXX 3:15  καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον καὶ ἤγειρεν αὐτοῖς σωτῆρα τὸν Αωδ υἱὸν Γηρα υἱὸν τοῦ Ιεμενι ἄνδρα ἀμφοτεροδέξιον καὶ ἐξαπέστειλαν οἱ υἱοὶ Ισραηλ δῶρα ἐν χειρὶ αὐτοῦ τῷ Εγλωμ βασιλεῖ Μωαβ καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον καὶ ἤγειρεν αὐτοῖς κύριος σωτῆρα τὸν Αωδ υἱὸν Γηρα υἱοῦ τοῦ Ιεμενι ἄνδρα ἀμφοτεροδέξιον καὶ ἀπέστειλαν οἱ υἱοὶ Ισραηλ δῶρα ἐν χειρὶ αὐτοῦ τῷ Εγλωμ βασιλεῖ Μωαβ
Judg LXX 3:16  καὶ ἐποίησεν ἑαυτῷ Αωδ μάχαιραν δίστομον σπιθαμῆς τὸ μῆκος αὐτῆς καὶ περιεζώσατο αὐτὴν ὑπὸ τὸν μανδύαν ἐπὶ τὸν μηρὸν τὸν δεξιὸν αὐτοῦ καὶ ἐποίησεν ἑαυτῷ Αωδ μάχαιραν δίστομον σπιθαμῆς τὸ μῆκος καὶ περιεζώσατο αὐτὴν ὑπὸ τὸν μανδύαν ἐπὶ τὸν μηρὸν τὸν δεξιὸν αὐτοῦ
Judg LXX 3:17  καὶ ἐπορεύθη καὶ προσήνεγκεν τὰ δῶρα τῷ Εγλωμ βασιλεῖ Μωαβ καὶ Εγλωμ ἀνὴρ ἀστεῖος σφόδρα καὶ προσήνεγκεν τὰ δῶρα τῷ Εγλωμ βασιλεῖ Μωαβ καὶ Εγλωμ ἀνὴρ ἀστεῖος σφόδρα
Judg LXX 3:18  καὶ ἐγένετο ἡνίκα συνετέλεσεν Αωδ προσφέρων τὰ δῶρα καὶ ἐξαπέστειλεν τοὺς φέροντας τὰ δῶρα καὶ ἐγένετο ὡς συνετέλεσεν Αωδ προσφέρων τὰ δῶρα καὶ ἐξαπέστειλεν τοὺς αἴροντας τὰ δῶρα
Judg LXX 3:19  καὶ αὐτὸς ὑπέστρεψεν ἀπὸ τῶν γλυπτῶν τῶν μετὰ τῆς Γαλγαλ καὶ εἶπεν Αωδ λόγος μοι κρύφιος πρὸς σέ βασιλεῦ καὶ εἶπεν Εγλωμ πρὸς αὐτόν σιώπα καὶ ἐξαπέστειλεν ἀφ’ ἑαυτοῦ πάντας τοὺς ἐφεστῶτας ἐπ’ αὐτόν καὶ Εγλωμ ἀνέστρεψεν ἀπὸ τῶν γλυπτῶν μετὰ τῆς Γαλγαλ καὶ εἶπεν Αωδ λόγος μοι κρύφιος πρὸς σέ βασιλεῦ καὶ εἶπεν Εγλωμ πᾶσιν ἐκ μέσου καὶ ἐξῆλθον ἀπ’ αὐτοῦ πάντες οἱ παραστήκοντες αὐτῷ
Judg LXX 3:20  καὶ Αωδ εἰσῆλθεν πρὸς αὐτόν καὶ αὐτὸς ἐκάθητο ἐν τῷ ὑπερῴῳ τῷ θερινῷ τῷ ἑαυτοῦ μονώτατος καὶ εἶπεν Αωδ λόγος θεοῦ μοι πρὸς σέ βασιλεῦ καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου Εγλωμ ἐγγὺς αὐτοῦ καὶ Αωδ εἰσῆλθεν πρὸς αὐτόν καὶ αὐτὸς ἐκάθητο ἐν τῷ ὑπερῴῳ τῷ θερινῷ αὐτοῦ μονώτατος καὶ εἶπεν Αωδ λόγος θεοῦ μοι πρὸς σέ βασιλεῦ καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου Εγλωμ ἐγγὺς αὐτοῦ
Judg LXX 3:21  καὶ ἐγένετο ἅμα τῷ ἀναστῆναι αὐτὸν καὶ ἐξέτεινεν Αωδ τὴν χεῖρα τὴν ἀριστερὰν αὐτοῦ καὶ ἔλαβεν τὴν μάχαιραν ἐπάνωθεν τοῦ μηροῦ αὐτοῦ τοῦ δεξιοῦ καὶ ἐνέπηξεν αὐτὴν ἐν τῇ κοιλίᾳ αὐτοῦ καὶ ἐγένετο ἅμα τοῦ ἀναστῆναι ἐξέτεινεν Αωδ τὴν χεῖρα τὴν ἀριστερὰν αὐτοῦ καὶ ἔλαβεν τὴν μάχαιραν ἀπὸ τοῦ μηροῦ τοῦ δεξιοῦ αὐτοῦ καὶ ἐνέπηξεν αὐτὴν εἰς τὴν κοιλίαν Εγλωμ
Judg LXX 3:22  καὶ ἐπεισήνεγκεν καί γε τὴν λαβὴν ὀπίσω τῆς φλογός καὶ ἀπέκλεισεν τὸ στέαρ κατὰ τῆς φλογός ὅτι οὐκ ἐξέσπασεν τὴν μάχαιραν ἐκ τῆς κοιλίας αὐτοῦ καὶ ἐξῆλθεν Αωδ τὴν προστάδα καὶ ἐπεισήνεγκεν καί γε τὴν λαβὴν ὀπίσω τῆς φλογός καὶ ἀπέκλεισεν τὸ στέαρ κατὰ τῆς φλογός ὅτι οὐκ ἐξέσπασεν τὴν μάχαιραν ἐκ τῆς κοιλίας αὐτοῦ
Judg LXX 3:23  καὶ ἐξῆλθεν τοὺς διατεταγμένους καὶ ἀπέκλεισεν τὰς θύρας τοῦ ὑπερῴου κατ’ αὐτοῦ καὶ ἐσφήνωσεν καὶ ἐξῆλθεν Αωδ εἰς τὴν προστάδα καὶ ἀπέκλεισεν τὰς θύρας τοῦ ὑπερῴου ἐπ’ αὐτὸν καὶ ἐσφήνωσεν
Judg LXX 3:24  καὶ αὐτὸς ἐξῆλθεν καὶ οἱ παῖδες αὐτοῦ εἰσῆλθον καὶ εἶδον καὶ ἰδοὺ αἱ θύραι τοῦ ὑπερῴου ἐσφηνωμέναι καὶ εἶπαν μήποτε ἀποκενοῖ τοὺς πόδας αὐτοῦ ἐν τῷ ταμιείῳ τῷ θερινῷ καὶ αὐτὸς ἐξῆλθεν καὶ οἱ παῖδες αὐτοῦ εἰσῆλθον καὶ εἶδον καὶ ἰδοὺ αἱ θύραι τοῦ ὑπερῴου ἀποκεκλεισμέναι καὶ εἶπαν μήποτε πρὸς δίφρους κάθηται ἐν τῇ ἀποχωρήσει τοῦ κοιτῶνος
Judg LXX 3:25  καὶ ὑπέμειναν ἕως ᾐσχύνοντο καὶ ἰδοὺ οὐκ ἔστιν ὁ ἀνοίγων τὰς θύρας τοῦ ὑπερῴου καὶ ἔλαβον τὴν κλεῖδα καὶ ἤνοιξαν καὶ ἰδοὺ ὁ κύριος αὐτῶν πεπτωκὼς ἐπὶ τὴν γῆν τεθνηκώς καὶ προσέμειναν αἰσχυνόμενοι καὶ ἰδοὺ οὐκ ἦν ὁ ἀνοίγων τὰς θύρας τοῦ ὑπερῴου καὶ ἔλαβον τὴν κλεῖδα καὶ ἤνοιξαν καὶ ἰδοὺ ὁ κύριος αὐτῶν πεπτωκὼς ἐπὶ τὴν γῆν τεθνηκώς
Judg LXX 3:26  καὶ Αωδ διεσώθη ἕως ἐθορυβοῦντο καὶ οὐκ ἦν ὁ προσνοῶν αὐτῷ καὶ αὐτὸς παρῆλθεν τὰ γλυπτὰ καὶ διεσώθη εἰς Σετιρωθα καὶ Αωδ διεσώθη ἕως ἐθορυβοῦντο καὶ οὐκ ἦν ὁ προσνοῶν αὐτῷ καὶ αὐτὸς παρῆλθεν τὰ γλυπτὰ καὶ διεσώθη εἰς Σεϊρωθα
Judg LXX 3:27  καὶ ἐγένετο ἡνίκα ἦλθεν Αωδ εἰς γῆν Ισραηλ καὶ ἐσάλπισεν ἐν κερατίνῃ ἐν τῷ ὄρει Εφραιμ καὶ κατέβησαν σὺν αὐτῷ οἱ υἱοὶ Ισραηλ ἀπὸ τοῦ ὄρους καὶ αὐτὸς ἔμπροσθεν αὐτῶν καὶ ἐγένετο ἡνίκα ἦλθεν καὶ ἐσάλπισεν κερατίνῃ ἐν ὄρει Εφραιμ καὶ κατέβησαν σὺν αὐτῷ οἱ υἱοὶ Ισραηλ καὶ αὐτὸς ἔμπροσθεν αὐτῶν
Judg LXX 3:28  καὶ εἶπεν πρὸς αὐτούς κατάβητε ὀπίσω μου ὅτι παρέδωκεν κύριος ὁ θεὸς τοὺς ἐχθροὺς ἡμῶν τὴν Μωαβ ἐν χειρὶ ἡμῶν καὶ κατέβησαν ὀπίσω αὐτοῦ καὶ προκατελάβοντο τὰς διαβάσεις τοῦ Ιορδάνου τῆς Μωαβ καὶ οὐκ ἀφῆκεν ἄνδρα διαβῆναι καὶ εἶπεν πρὸς αὐτούς καταβαίνετε ὀπίσω μου ὅτι παρέδωκεν κύριος ὁ θεὸς τοὺς ἐχθροὺς ὑμῶν τὴν Μωαβ ἐν χειρὶ ὑμῶν καὶ κατέβησαν ὀπίσω αὐτοῦ καὶ προκατελάβοντο τὰς διαβάσεις τοῦ Ιορδάνου τῆς Μωαβ καὶ οὐκ ἀφῆκαν ἄνδρα διαβῆναι
Judg LXX 3:29  καὶ ἐπάταξαν τὴν Μωαβ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡσεὶ δέκα χιλιάδας ἀνδρῶν πᾶν λιπαρὸν καὶ πάντα ἄνδρα δυνάμεως καὶ οὐ διεσώθη ἀνήρ καὶ ἐπάταξαν τὴν Μωαβ ἐν τῷ καιρῷ ἐκείνῳ ὡσεὶ δέκα χιλιάδας ἀνδρῶν πάντας τοὺς μαχητὰς τοὺς ἐν αὐτοῖς καὶ πάντα ἄνδρα δυνάμεως καὶ οὐ διεσώθη ἀνήρ
Judg LXX 3:30  καὶ ἐνετράπη Μωαβ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπὸ χεῖρα Ισραηλ καὶ ἡσύχασεν ἡ γῆ ὀγδοήκοντα ἔτη καὶ ἔκρινεν αὐτοὺς Αωδ ἕως οὗ ἀπέθανεν καὶ ἐνετράπη Μωαβ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπὸ τὴν χεῖρα Ισραηλ καὶ ἡσύχασεν ἡ γῆ ὀγδοήκοντα ἔτη καὶ ἔκρινεν αὐτοὺς Αωδ ἕως οὗ ἀπέθανεν
Judg LXX 3:31  καὶ μετ’ αὐτὸν ἀνέστη Σαμεγαρ υἱὸς Διναχ καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους εἰς ἑξακοσίους ἄνδρας ἐν τῷ ἀροτρόποδι τῶν βοῶν καὶ ἔσωσεν καί γε αὐτὸς τὸν Ισραηλ καὶ μετὰ τοῦτον ἀνέστη Σαμεγαρ υἱὸς Αναθ καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους εἰς ἑξακοσίους ἄνδρας ἐκτὸς μόσχων τῶν βοῶν καὶ ἔσωσεν αὐτὸς τὸν Ισραηλ