I TIMOTHY
Chapter 2
I Ti | TNT | 2:1 | Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων, | |
I Ti | TNT | 2:2 | ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. | |
I Ti | TNT | 2:7 | εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ ἀπόστολος, (ἀλήθειαν λέγω, οὐ ψεύδομαι,) διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ. | |
I Ti | TNT | 2:8 | βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ· | |
I Ti | TNT | 2:9 | ὡσαύτως [καὶ] γυναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς, μὴ ἐν πλέγμασιν καὶ χρυσῷ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ, | |