II CORINTHIANS
Chapter 3
II C | MorphGNT | 3:1 | Ἀρχόμεθα πάλιν ἑαυτοὺς ⸀συνιστάνειν; ⸀ἢ μὴ χρῄζομεν ὥς τινες συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς ἢ ἐξ ⸀ὑμῶν; | |
II C | MorphGNT | 3:2 | ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων· | |
II C | MorphGNT | 3:3 | φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ διακονηθεῖσα ὑφ’ ἡμῶν, ἐγγεγραμμένη οὐ μέλανι ἀλλὰ πνεύματι θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶν λιθίναις ἀλλ’ ἐν πλαξὶν καρδίαις σαρκίναις. | |
II C | MorphGNT | 3:5 | οὐχ ὅτι ⸂ἀφ’ ἑαυτῶν ἱκανοί ἐσμεν⸃ λογίσασθαί τι ὡς ἐξ ⸀αὑτῶν, ἀλλ’ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ θεοῦ, | |
II C | MorphGNT | 3:6 | ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος ἀλλὰ πνεύματος, τὸ γὰρ γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦμα ζῳοποιεῖ. | |
II C | MorphGNT | 3:7 | Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν ⸀γράμμασιν ⸀ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην, | |
II C | MorphGNT | 3:9 | εἰ γὰρ ⸂τῇ διακονίᾳ⸃ τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς ⸀δικαιοσύνης δόξῃ. | |
II C | MorphGNT | 3:10 | καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει ⸀εἵνεκεν τῆς ὑπερβαλλούσης δόξης· | |
II C | MorphGNT | 3:13 | καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον ⸀αὐτοῦ, πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου. | |
II C | MorphGNT | 3:14 | ἀλλὰ ἐπωρώθη τὰ νοήματα αὐτῶν. ἄχρι γὰρ τῆς σήμερον ⸀ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ⸀ὅτι ἐν Χριστῷ καταργεῖται, | |
II C | MorphGNT | 3:15 | ἀλλ’ ἕως σήμερον ἡνίκα ⸂ἂν ἀναγινώσκηται⸃ Μωϋσῆς κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται· | |