Site uses cookies to provide basic functionality.

OK
PSALMS
Prev Up Next Toggle notes
Chapter 120
Psal LXX 120:1  ᾠδὴ τῶν ἀναβαθμῶν ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη πόθεν ἥξει ἡ βοήθειά μου
Psal LXX 120:2  ἡ βοήθειά μου παρὰ κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν
Psal LXX 120:3  μὴ δῷς εἰς σάλον τὸν πόδα σου μηδὲ νυστάξῃ ὁ φυλάσσων σε
Psal LXX 120:4  ἰδοὺ οὐ νυστάξει οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ισραηλ
Psal LXX 120:5  κύριος φυλάξει σε κύριος σκέπη σου ἐπὶ χεῖρα δεξιάν σου
Psal LXX 120:6  ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε οὐδὲ ἡ σελήνη τὴν νύκτα
Psal LXX 120:7  κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ φυλάξει τὴν ψυχήν σου
Psal LXX 120:8  κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος