TITUS
Chapter 3
Titu | StatResG | 3:1 | ¶Ὑπομίμνῃσκε αὐτοὺς ἀρχαῖς, ἐξουσίαις, ὑποτάσσεσθαι, πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι, | |
Titu | StatResG | 3:2 | μηδένα βλασφημεῖν, ἀμάχους εἶναι, ἐπιεικεῖς, πᾶσαν ἐνδεικνυμένους πραΰτητα πρὸς πάντας ἀνθρώπους. | |
Titu | StatResG | 3:3 | Ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοί, μισοῦντες ἀλλήλους. | |
Titu | StatResG | 3:5 | οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ αὐτοῦ ἔλεος, ἔσωσεν ἡμᾶς, διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως ˚Πνεύματος Ἁγίου, | |
Titu | StatResG | 3:7 | ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι, κληρονόμοι γενηθῶμεν, κατʼ ἐλπίδα ζωῆς αἰωνίου. | |
Titu | StatResG | 3:8 | ¶Πιστὸς ὁ λόγος, καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, “Ἵνα φροντίζωσιν καλῶν ἔργων προΐστασθαι, οἱ πεπιστευκότες ˚Θεῷ.” Ταῦτά ἐστιν καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις. | |
Titu | StatResG | 3:9 | Μωρὰς δὲ ζητήσεις, καὶ γενεαλογίας, καὶ ἔρεις, καὶ μάχας νομικὰς, περιΐστασο, εἰσὶν γὰρ ἀνωφελεῖς καὶ μάταιοι. | |
Titu | StatResG | 3:12 | ¶Ὅταν πέμψω Ἀρτεμᾶν πρὸς σὲ ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν, ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. | |
Titu | StatResG | 3:14 | Μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι. | |