II PETER
Chapter 3
II P | StatResG | 3:1 | ¶Ταύτην ἤδη, ἀγαπητοί, δευτέραν ὑμῖν γράφω ἐπιστολήν, ἐν αἷς διεγείρω ὑμῶν ἐν ὑπομνήσει τὴν εἰλικρινῆ διάνοιαν, | |
II P | StatResG | 3:2 | μνησθῆναι τῶν προειρημένων ῥημάτων, ὑπὸ τῶν ἁγίων προφητῶν, καὶ τῆς τῶν ἀποστόλων ὑμῶν ἐντολῆς τοῦ ˚Κυρίου καὶ Σωτῆρος. | |
II P | StatResG | 3:3 | Τοῦτο πρῶτον γινώσκοντες, ὅτι ἐλεύσονται ἐπʼ ἐσχάτων τῶν ἡμερῶν ἐν ἐμπαιγμονῇ ἐμπαῖκται, κατὰ τὰς ἰδίας ἐπιθυμίας αὐτῶν πορευόμενοι, | |
II P | StatResG | 3:4 | καὶ λέγοντες, “Ποῦ ἐστιν ἡ ἐπαγγελία τῆς παρουσίας αὐτοῦ; Ἀφʼ ἧς γὰρ οἱ πατέρες ἐκοιμήθησαν, πάντα οὕτως διαμένει ἀπʼ ἀρχῆς κτίσεως.” | |
II P | StatResG | 3:5 | Λανθάνει γὰρ αὐτοὺς τοῦτο θέλοντας, ὅτι οὐρανοὶ ἦσαν ἔκπαλαι, καὶ γῆ ἐξ ὕδατος καὶ διʼ ὕδατος συνεστῶσα τῷ τοῦ ˚Θεοῦ λόγῳ, | |
II P | StatResG | 3:7 | Οἱ δὲ νῦν οὐρανοὶ καὶ ἡ γῆ, τῷ αὐτῷ λόγῳ τεθησαυρισμένοι εἰσὶν, πυρὶ τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν ἀνθρώπων. | |
II P | StatResG | 3:8 | ¶Ἓν δὲ τοῦτο μὴ λανθανέτω ὑμᾶς, ἀγαπητοί, ὅτι μία ἡμέρα παρὰ ˚Κυρίῳ ὡς χίλια ἔτη, καὶ χίλια ἔτη ὡς ἡμέρα μία. | |
II P | StatResG | 3:9 | Οὐ βραδύνει ˚Κύριος τῆς ἐπαγγελίας, ὥς τινες βραδύτητα ἡγοῦνται, ἀλλὰ μακροθυμεῖ εἰς ὑμᾶς, μὴ βουλόμενός τινας ἀπολέσθαι, ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι. | |
II P | StatResG | 3:10 | Ἥξει δὲ ἡμέρα ˚Κυρίου ὡς κλέπτης, ἐν ᾗ οἱ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσούμενα λυθήσεται, καὶ γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα εὑρεθήσεται. | |
II P | StatResG | 3:11 | ¶Τούτων οὕτως πάντων λυομένων, ποταποὺς δεῖ ὑπάρχειν ὑμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβείαις, | |
II P | StatResG | 3:12 | προσδοκῶντας καὶ σπεύδοντας τὴν παρουσίαν τῆς τοῦ ˚Θεοῦ ἡμέρας, διʼ ἣν οὐρανοὶ πυρούμενοι, λυθήσονται, καὶ στοιχεῖα καυσούμενα, τήκεται. | |
II P | StatResG | 3:13 | Καινοὺς δὲ οὐρανοὺς καὶ γῆν καινὴν, κατὰ τὸ ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν, ἐν οἷς δικαιοσύνη κατοικεῖ. | |
II P | StatResG | 3:14 | ¶Διό, ἀγαπητοί, ταῦτα προσδοκῶντες, σπουδάσατε ἄσπιλοι καὶ ἀμώμητοι αὐτῷ εὑρεθῆναι ἐν εἰρήνῃ. | |
II P | StatResG | 3:15 | Καὶ τὴν τοῦ ˚Κυρίου ἡμῶν μακροθυμίαν, σωτηρίαν ἡγεῖσθε, καθὼς καὶ ὁ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Παῦλος, κατὰ τὴν δοθεῖσαν αὐτῷ σοφίαν, ἔγραψεν ὑμῖν, | |
II P | StatResG | 3:16 | ὡς καὶ ἐν πάσαις ἐπιστολαῖς, λαλῶν ἐν αὐταῖς περὶ τούτων, ἐν αἷς ἐστιν δυσνόητά τινα, ἃ οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι στρεβλοῦσιν ὡς καὶ τὰς λοιπὰς Γραφὰς, πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν. | |
II P | StatResG | 3:17 | Ὑμεῖς οὖν, ἀγαπητοί, προγινώσκοντες φυλάσσεσθε, ἵνα μὴ τῇ τῶν ἀθέσμων πλάνῃ συναπαχθέντες, ἐκπέσητε τοῦ ἰδίου στηριγμοῦ. | |