Site uses cookies to provide basic functionality.

OK
II PETER
1 2 3
Prev Up Next Toggle notes
Chapter 1
II P StatResG 1:1  ¶Σίμων Πέτρος, δοῦλος καὶ ἀπόστολος ˚Ἰησοῦ ˚Χριστοῦ, τοῖς ἰσότιμον ἡμῖν λαχοῦσιν πίστιν ἐν δικαιοσύνῃ τοῦ ˚Θεοῦ ἡμῶν καὶ Σωτῆρος, ˚Ἰησοῦ ˚Χριστοῦ:
II P StatResG 1:2  χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη ἐν ἐπιγνώσει τοῦ ˚Θεοῦ, καὶ ˚Ἰησοῦ τοῦ ˚Κυρίου ἡμῶν.
II P StatResG 1:3  ¶Ὡς πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ, τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης, διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς, ἰδίᾳ δόξῃ καὶ ἀρετῇ,
II P StatResG 1:4  διʼ ὧν τὰ τίμια καὶ μέγιστα ἡμῖν ἐπαγγέλματα δεδώρηται, ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως, ἀποφυγόντες τῆς ἐν τῷ κόσμῳ ἐν ἐπιθυμίᾳ φθορᾶς.
II P StatResG 1:5  Καὶ αὐτὸ τοῦτο δὲ σπουδὴν πᾶσαν παρεισενέγκαντες, ἐπιχορηγήσατε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετήν, ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν,
II P StatResG 1:6  ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν, ἐν δὲ τῇ ἐγκρατείᾳ τὴν ὑπομονήν, ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν,
II P StatResG 1:7  ἐν δὲ τῇ εὐσεβείᾳ τὴν φιλαδελφίαν, ἐν δὲ τῇ φιλαδελφίᾳ τὴν ἀγάπην.
II P StatResG 1:8  Ταῦτα γὰρ ὑμῖν ὑπάρχοντα καὶ πλεονάζοντα, οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν, εἰς τὴν τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, ἐπίγνωσιν.
II P StatResG 1:9  ὯΙ γὰρ μὴ πάρεστιν ταῦτα, τυφλός ἐστιν, μυωπάζων, λήθην λαβὼν τοῦ καθαρισμοῦ τῶν πάλαι αὐτοῦ ἁμαρτιῶν.
II P StatResG 1:10  Διὸ μᾶλλον, ἀδελφοί, σπουδάσατε, βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι, ταῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε.
II P StatResG 1:11  Οὕτως γὰρ πλουσίως ἐπιχορηγηθήσεται ὑμῖν ἡ εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ ˚Κυρίου ἡμῶν καὶ Σωτῆρος, ˚Ἰησοῦ ˚Χριστοῦ.
II P StatResG 1:12  ¶Διὸ μελλήσω ἀεὶ ὑμᾶς ὑπομιμνῄσκειν περὶ τούτων, καίπερ εἰδότας καὶ ἐστηριγμένους ἐν τῇ παρούσῃ ἀληθείᾳ.
II P StatResG 1:13  Δίκαιον δὲ ἡγοῦμαι ἐφʼ ὅσον εἰμὶ ἐν τούτῳ τῷ σκηνώματι, διεγείρειν ὑμᾶς ἐν ὑπομνήσει,
II P StatResG 1:14  εἰδὼς ὅτι ταχινή ἐστιν ἡ ἀπόθεσις τοῦ σκηνώματός μου, καθὼς καὶ ὁ ˚Κύριος ἡμῶν, ˚Ἰησοῦς ˚Χριστὸς, ἐδήλωσέν μοι.
II P StatResG 1:15  Σπουδάσω δὲ καὶ ἑκάστοτε ἔχειν ὑμᾶς μετὰ τὴν ἐμὴν ἔξοδον, τὴν τούτων μνήμην ποιεῖσθαι.
II P StatResG 1:16  ¶Οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες, ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ ˚Κυρίου ἡμῶν ˚Ἰησοῦ ˚Χριστοῦ δύναμιν καὶ παρουσίαν, ἀλλʼ ἐπόπται γενηθέντες τῆς ἐκείνου μεγαλειότητος.
II P StatResG 1:17  Λαβὼν γὰρ παρὰ ˚Θεοῦ Πατρὸς τιμὴν καὶ δόξαν, φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς Μεγαλοπρεποῦς Δόξης, “Οὗτός ἐστιν ὁ Υἱός μου, ὁ ἀγαπητός εἰς ὃν ἐγὼ εὐδόκησα”·
II P StatResG 1:18  καὶ ταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμεν ἐξ οὐρανοῦ, ἐνεχθεῖσαν σὺν αὐτῷ, ὄντες ἐν τῷ ἁγίῳ ὄρει.
II P StatResG 1:19  Καὶ ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες, ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃ, καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν.
II P StatResG 1:20  Τοῦτο πρῶτον γινώσκοντες, ὅτι πᾶσα προφητεία Γραφῆς ἰδίας ἐπιλύσεως οὐ γίνεται.
II P StatResG 1:21  Οὐ γὰρ θελήματι ἀνθρώπου ἠνέχθη προφητεία ποτέ, ἀλλὰ ὑπὸ ˚Πνεύματος Ἁγίου φερόμενοι, ἐλάλησαν ἀπὸ ˚Θεοῦ ἅγιοι ἄνθρωποι.