II PETER
Chapter 1
II P | StatResG | 1:1 | ¶Σίμων Πέτρος, δοῦλος καὶ ἀπόστολος ˚Ἰησοῦ ˚Χριστοῦ, τοῖς ἰσότιμον ἡμῖν λαχοῦσιν πίστιν ἐν δικαιοσύνῃ τοῦ ˚Θεοῦ ἡμῶν καὶ Σωτῆρος, ˚Ἰησοῦ ˚Χριστοῦ: | |
II P | StatResG | 1:2 | χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη ἐν ἐπιγνώσει τοῦ ˚Θεοῦ, καὶ ˚Ἰησοῦ τοῦ ˚Κυρίου ἡμῶν. | |
II P | StatResG | 1:3 | ¶Ὡς πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ, τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης, διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς, ἰδίᾳ δόξῃ καὶ ἀρετῇ, | |
II P | StatResG | 1:4 | διʼ ὧν τὰ τίμια καὶ μέγιστα ἡμῖν ἐπαγγέλματα δεδώρηται, ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως, ἀποφυγόντες τῆς ἐν τῷ κόσμῳ ἐν ἐπιθυμίᾳ φθορᾶς. | |
II P | StatResG | 1:5 | Καὶ αὐτὸ τοῦτο δὲ σπουδὴν πᾶσαν παρεισενέγκαντες, ἐπιχορηγήσατε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετήν, ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν, | |
II P | StatResG | 1:6 | ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν, ἐν δὲ τῇ ἐγκρατείᾳ τὴν ὑπομονήν, ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν, | |
II P | StatResG | 1:8 | Ταῦτα γὰρ ὑμῖν ὑπάρχοντα καὶ πλεονάζοντα, οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν, εἰς τὴν τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, ἐπίγνωσιν. | |
II P | StatResG | 1:9 | ὯΙ γὰρ μὴ πάρεστιν ταῦτα, τυφλός ἐστιν, μυωπάζων, λήθην λαβὼν τοῦ καθαρισμοῦ τῶν πάλαι αὐτοῦ ἁμαρτιῶν. | |
II P | StatResG | 1:10 | Διὸ μᾶλλον, ἀδελφοί, σπουδάσατε, βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι, ταῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε. | |
II P | StatResG | 1:11 | Οὕτως γὰρ πλουσίως ἐπιχορηγηθήσεται ὑμῖν ἡ εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ ˚Κυρίου ἡμῶν καὶ Σωτῆρος, ˚Ἰησοῦ ˚Χριστοῦ. | |
II P | StatResG | 1:12 | ¶Διὸ μελλήσω ἀεὶ ὑμᾶς ὑπομιμνῄσκειν περὶ τούτων, καίπερ εἰδότας καὶ ἐστηριγμένους ἐν τῇ παρούσῃ ἀληθείᾳ. | |
II P | StatResG | 1:13 | Δίκαιον δὲ ἡγοῦμαι ἐφʼ ὅσον εἰμὶ ἐν τούτῳ τῷ σκηνώματι, διεγείρειν ὑμᾶς ἐν ὑπομνήσει, | |
II P | StatResG | 1:14 | εἰδὼς ὅτι ταχινή ἐστιν ἡ ἀπόθεσις τοῦ σκηνώματός μου, καθὼς καὶ ὁ ˚Κύριος ἡμῶν, ˚Ἰησοῦς ˚Χριστὸς, ἐδήλωσέν μοι. | |
II P | StatResG | 1:15 | Σπουδάσω δὲ καὶ ἑκάστοτε ἔχειν ὑμᾶς μετὰ τὴν ἐμὴν ἔξοδον, τὴν τούτων μνήμην ποιεῖσθαι. | |
II P | StatResG | 1:16 | ¶Οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες, ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ ˚Κυρίου ἡμῶν ˚Ἰησοῦ ˚Χριστοῦ δύναμιν καὶ παρουσίαν, ἀλλʼ ἐπόπται γενηθέντες τῆς ἐκείνου μεγαλειότητος. | |
II P | StatResG | 1:17 | Λαβὼν γὰρ παρὰ ˚Θεοῦ Πατρὸς τιμὴν καὶ δόξαν, φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς Μεγαλοπρεποῦς Δόξης, “Οὗτός ἐστιν ὁ Υἱός μου, ὁ ἀγαπητός εἰς ὃν ἐγὼ εὐδόκησα”· | |
II P | StatResG | 1:18 | καὶ ταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμεν ἐξ οὐρανοῦ, ἐνεχθεῖσαν σὺν αὐτῷ, ὄντες ἐν τῷ ἁγίῳ ὄρει. | |
II P | StatResG | 1:19 | Καὶ ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες, ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃ, καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν. | |