II THESSALONIANS
Chapter 2
II T | StatResG | 2:1 | ¶Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπʼ αὐτόν, | |
II T | StatResG | 2:2 | εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοὸς, μηδὲ θροεῖσθαι, μήτε διὰ πνεύματος, μήτε διὰ λόγου, μήτε διʼ ἐπιστολῆς, ὡς διʼ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ ˚Κυρίου. | |
II T | StatResG | 2:3 | Μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον, ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἀνομίας, ὁ υἱὸς τῆς ἀπωλείας, | |
II T | StatResG | 2:4 | ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ ˚Θεοῦ καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἔστιν ˚Θεός. | |
II T | StatResG | 2:7 | Τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας· μόνον ὁ κατέχων ἄρτι, ἕως ἐκ μέσου γένηται. | |
II T | StatResG | 2:8 | Καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ ˚Κύριος ˚Ἰησοῦς ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ, | |
II T | StatResG | 2:9 | οὗ ἐστιν ἡ παρουσία, κατʼ ἐνέργειαν τοῦ Σατανᾶ ἐν πάσῃ δυνάμει, καὶ σημείοις, καὶ τέρασιν ψεύδους, | |
II T | StatResG | 2:10 | καὶ ἐν πάσῃ ἀπάτῃ ἀδικίας, τοῖς ἀπολλυμένοις, ἀνθʼ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο, εἰς τὸ σωθῆναι αὐτούς. | |
II T | StatResG | 2:11 | Καὶ διὰ τοῦτο, πέμπει αὐτοῖς ὁ ˚Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, | |
II T | StatResG | 2:13 | ¶Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ ˚Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ ˚Κυρίου, ὅτι εἵλατο ὑμᾶς ὁ ˚Θεὸς, ἀπʼ ἀρχῆς εἰς σωτηρίαν ἐν ἁγιασμῷ ˚Πνεύματος καὶ πίστει ἀληθείας, | |
II T | StatResG | 2:14 | εἰς ὃ ἐκάλεσεν ὑμᾶς, διὰ τοῦ εὐαγγελίου ἡμῶν, εἰς περιποίησιν δόξης τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ. | |
II T | StatResG | 2:15 | Ἄρα οὖν, ἀδελφοί, στήκετε καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε, εἴτε διὰ λόγου, εἴτε διʼ ἐπιστολῆς ἡμῶν. | |
II T | StatResG | 2:16 | ¶Αὐτὸς δὲ ὁ ˚Κύριος ἡμῶν, ˚Ἰησοῦς ˚Χριστὸς, καὶ ὁ ˚Θεὸς ὁ Πατὴρ ἡμῶν, ὁ ἀγαπήσας ἡμᾶς καὶ δοὺς παράκλησιν αἰωνίαν, καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, | |