Site uses cookies to provide basic functionality.

OK
II THESSALONIANS
1 2 3
Prev Up Next Toggle notes
Chapter 3
II T StatResG 3:1  ¶Τὸ λοιπὸν, προσεύχεσθε, ἀδελφοί, περὶ ἡμῶν, ἵνα ὁ λόγος τοῦ ˚Κυρίου τρέχῃ καὶ δοξάζηται, καθὼς καὶ πρὸς ὑμᾶς,
II T StatResG 3:2  καὶ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων, οὐ γὰρ πάντων ἡ πίστις.
II T StatResG 3:3  Πιστὸς δέ ἐστιν ὁ ˚Κύριος, ὃς στηρίξει ὑμᾶς, καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ.
II T StatResG 3:4  Πεποίθαμεν δὲ ἐν ˚Κυρίῳ ἐφʼ ὑμᾶς ὅτι ἃ παραγγέλλομεν, καὶ ποιεῖτε καὶ ποιήσετε.
II T StatResG 3:5  Ὁ δὲ ˚Κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ ˚Θεοῦ, καὶ εἰς τὴν ὑπομονὴν τοῦ ˚Χριστοῦ.
II T StatResG 3:6  ¶Παραγγέλλομεν δὲ ὑμῖν, ἀδελφοί, ἐν ὀνόματι τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρελάβοσαν παρʼ ἡμῶν.
II T StatResG 3:7  Αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ μιμεῖσθαι ἡμᾶς, ὅτι οὐκ ἠτακτήσαμεν ἐν ὑμῖν,
II T StatResG 3:8  οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος, ἀλλʼ ἐν κόπῳ καὶ μόχθῳ, νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν.
II T StatResG 3:9  Οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν, ἀλλʼ ἵνα ἑαυτοὺς τύπον δῶμεν ὑμῖν, εἰς τὸ μιμεῖσθαι ἡμᾶς.
II T StatResG 3:10  Καὶ γὰρ ὅτε ἦμεν πρὸς ὑμᾶς, τοῦτο παρηγγέλλομεν ὑμῖν, ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω.
II T StatResG 3:11  Ἀκούομεν γάρ τινας περιπατοῦντας ἐν ὑμῖν ἀτάκτως, μηδὲν ἐργαζομένους, ἀλλὰ περιεργαζομένους.
II T StatResG 3:12  Τοῖς δὲ τοιούτοις παραγγέλλομεν καὶ παρακαλοῦμεν ἐν ˚Κυρίῳ ˚Ἰησοῦ ˚Χριστῷ, ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσιν.
II T StatResG 3:13  Ὑμεῖς δέ, ἀδελφοί, μὴ ἐγκακήσητε καλοποιοῦντες.
II T StatResG 3:14  ¶Εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε, μὴ συναναμίγνυσθαι αὐτῷ, ἵνα ἐντραπῇ.
II T StatResG 3:15  Καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν.
II T StatResG 3:16  ¶Αὐτὸς δὲ ὁ ˚Κύριος τῆς εἰρήνης, δῴη ὑμῖν τὴν εἰρήνην διὰ παντὸς ἐν παντὶ τρόπῳ. Ὁ ˚Κύριος μετὰ πάντων ὑμῶν.
II T StatResG 3:17  ¶Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ, Παύλου, ὅ ἐστιν σημεῖον ἐν πάσῃ ἐπιστολῇ, οὕτως γράφω.
II T StatResG 3:18  Ἡ χάρις τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, μετὰ πάντων ὑμῶν.