Site uses cookies to provide basic functionality.

OK
II TIMOTHY
1 2 3 4
Prev Up Next Toggle notes
Chapter 1
II T StatResG 1:1  ¶Παῦλος, ἀπόστολος ˚Χριστοῦ ˚Ἰησοῦ, διὰ θελήματος ˚Θεοῦ, κατʼ ἐπαγγελίαν ζωῆς τῆς ἐν ˚Χριστῷ ˚Ἰησοῦ,
II T StatResG 1:2  Τιμοθέῳ ἀγαπητῷ τέκνῳ: χάρις, ἔλεος, εἰρήνη, ἀπὸ ˚Θεοῦ Πατρὸς καὶ ˚Χριστοῦ ˚Ἰησοῦ τοῦ ˚Κυρίου ἡμῶν.
II T StatResG 1:3  ¶Χάριν ἔχω τῷ ˚Θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν, ἐν ταῖς δεήσεσίν μου, νυκτὸς καὶ ἡμέρας,
II T StatResG 1:4  ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ,
II T StatResG 1:5  ὑπόμνησιν λαβὼν τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως, ἥτις ἐνῴκησεν πρῶτον ἐν τῇ μάμμῃ σου, Λωΐδι, καὶ τῇ μητρί σου, Εὐνίκῃ, πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί.
II T StatResG 1:6  Διʼ ἣν αἰτίαν ἀναμιμνῄσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ ˚Θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου.
II T StatResG 1:7  Οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ ˚Θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως, καὶ ἀγάπης, καὶ σωφρονισμοῦ.
II T StatResG 1:8  ¶Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ ˚Κυρίου ἡμῶν, μηδὲ ἐμὲ, τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ, κατὰ δύναμιν ˚Θεοῦ,
II T StatResG 1:9  τοῦ σώσαντος ἡμᾶς, καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν ˚Χριστῷ ˚Ἰησοῦ πρὸ χρόνων αἰωνίων,
II T StatResG 1:10  φανερωθεῖσαν δὲ νῦν, διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν, ˚Χριστοῦ ˚Ἰησοῦ, καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου,
II T StatResG 1:11  εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ, καὶ ἀπόστολος, καὶ διδάσκαλος.
II T StatResG 1:12  Διʼ ἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλʼ οὐκ ἐπαισχύνομαι, οἶδα γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισμαι ὅτι δυνατός ἐστιν, τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν.
II T StatResG 1:13  Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων, ὧν παρʼ ἐμοῦ ἤκουσας, ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν ˚Χριστῷ ˚Ἰησοῦ.
II T StatResG 1:14  Τὴν καλὴν παραθήκην φύλαξον, διὰ ˚Πνεύματος Ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν.
II T StatResG 1:15  ¶Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ, ὧν ἐστιν Φύγελος καὶ Ἑρμογένης.
II T StatResG 1:16  Δῴη ἔλεος ὁ ˚Κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξεν, καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνθη,
II T StatResG 1:17  ἀλλὰ γενόμενος ἐν Ῥώμῃ, σπουδαίως ἐζήτησέν με καὶ εὗρεν
II T StatResG 1:18  (δῴη αὐτῷ ὁ ˚Κύριος, εὑρεῖν ἔλεος παρὰ ˚Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ), καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησεν, βέλτιον σὺ γινώσκεις.