Site uses cookies to provide basic functionality.

OK
II TIMOTHY
1 2 3 4
Prev Up Next Toggle notes
Chapter 2
II T StatResG 2:1  ¶Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν ˚Χριστῷ ˚Ἰησοῦ.
II T StatResG 2:2  Καὶ ἃ ἤκουσας παρʼ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι.
II T StatResG 2:3  Συγκακοπάθησον ὡς καλὸς στρατιώτης ˚Χριστοῦ ˚Ἰησοῦ.
II T StatResG 2:4  Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ.
II T StatResG 2:5  Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ.
II T StatResG 2:6  Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν.
II T StatResG 2:7  Νόει ὃ λέγω, δώσει γάρ σοι ὁ ˚Κύριος σύνεσιν ἐν πᾶσιν.
II T StatResG 2:8  ¶Μνημόνευε ˚Ἰησοῦν ˚Χριστὸν, ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυίδ, κατὰ τὸ εὐαγγέλιόν μου,
II T StatResG 2:9  ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος. Ἀλλὰ ὁ λόγος τοῦ ˚Θεοῦ οὐ δέδεται!
II T StatResG 2:10  Διὰ τοῦτο, πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν ˚Χριστῷ ˚Ἰησοῦ μετὰ δόξης αἰωνίου.
II T StatResG 2:11  Πιστὸς ὁ λόγος: “Εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν·
II T StatResG 2:12  εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ ἀρνησόμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς·
II T StatResG 2:13  εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται.”
II T StatResG 2:14  ¶Ταῦτα ὑπομίμνῃσκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ ˚Θεοῦ, μὴ λογομαχεῖν ἐπʼ οὐδὲν χρήσιμον, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων.
II T StatResG 2:15  Σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ ˚Θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας.
II T StatResG 2:16  Τὰς δὲ βεβήλους κενοφωνίας περιΐστασο, ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας,
II T StatResG 2:17  καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει· ὧν ἐστιν Ὑμέναιος, καὶ Φίλητος,
II T StatResG 2:18  οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσιν τήν τινων πίστιν.
II T StatResG 2:19  Ὁ μέντοι στερεὸς θεμέλιος τοῦ ˚Θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην: “Ἔγνω ˚Κύριος τοὺς ὄντας αὐτοῦ”, καί, “Ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα ˚Κυρίου.”
II T StatResG 2:20  ¶Ἐν μεγάλῃ δὲ οἰκίᾳ, οὐκ ἔστιν μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμὴν, ἃ δὲ εἰς ἀτιμίαν.
II T StatResG 2:21  Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον εὔχρηστον τῷ Δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον.
II T StatResG 2:22  Τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε, δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην, μετὰ τῶν ἐπικαλουμένων τὸν ˚Κύριον ἐκ καθαρᾶς καρδίας.
II T StatResG 2:23  Τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσι μάχας.
II T StatResG 2:24  Δοῦλον δὲ ˚Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλὰ ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον,
II T StatResG 2:25  ἐν πραΰτητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους, μήποτε δώῃ αὐτοῖς ὁ ˚Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας,
II T StatResG 2:26  καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπʼ αὐτοῦ, εἰς τὸ ἐκείνου θέλημα.