Site uses cookies to provide basic functionality.

OK
REVELATION OF JOHN
Prev Up Next Toggle notes
Chapter 18
Reve StatResG 18:1  ¶Μετὰ ταῦτα εἶδον ἄλλον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν μεγάλην, καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ.
Reve StatResG 18:2  Καὶ ἔκραξεν ἐν ἰσχυρᾷ φωνῇ λέγων, “Ἔπεσεν, ἔπεσεν Βαβυλὼν ἡ μεγάλη! Καὶ ἐγένετο κατοικητήριον δαιμονίων, καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου, καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου, καὶ μεμισημένου.
Reve StatResG 18:3  Ὅτι ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς, πέπτωκαν πάντα τὰ ἔθνη, καὶ οἱ βασιλεῖς τῆς γῆς μετʼ αὐτῆς ἐπόρνευσαν, καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν.”
Reve StatResG 18:4  ¶Καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν, “Ἐξέλθατε ὁ λαός μου ἐξ αὐτῆς, ἵνα μὴ συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς, καὶ ἐκ τῶν πληγῶν αὐτῆς, ἵνα μὴ λάβητε,
Reve StatResG 18:5  ὅτι ἐκολλήθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ, καὶ ἐμνημόνευσεν ὁ ˚Θεὸς τὰ ἀδικήματα αὐτῆς.
Reve StatResG 18:6  Ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκεν, καὶ διπλώσατε τὰ διπλᾶ, κατὰ τὰ ἔργα αὐτῆς· ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασεν, κεράσατε αὐτῇ διπλοῦν,
Reve StatResG 18:7  ὅσα ἐδόξασεν αὑτὴν καὶ ἐστρηνίασεν, τοσοῦτον δότε αὐτῇ βασανισμὸν καὶ πένθος. Ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει, ὅτι ‘Κάθημαι βασίλισσα… καὶ χήρα οὐκ εἰμί καὶ πένθος οὐ μὴ ἴδω.’
Reve StatResG 18:8  Διὰ τοῦτο, ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς, θάνατος, καὶ πένθος, καὶ λιμός, καὶ ἐν πυρὶ κατακαυθήσεται, ὅτι ἰσχυρὸς ˚Κύριος ὁ ˚Θεὸς ὁ κρίνας αὐτήν.
Reve StatResG 18:9  ¶Καὶ κλαύσονται καὶ κόψονται ἐπʼ αὐτὴν οἱ βασιλεῖς τῆς γῆς, οἱ μετʼ αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέπωσιν τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς,
Reve StatResG 18:10  ἀπὸ μακρόθεν ἑστηκότες, διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς λέγοντες, ‘Οὐαὶ, οὐαί, ἡ πόλις ἡ μεγάλη Βαβυλὼν, ἡ πόλις ἡ ἰσχυρά! Ὅτι μιᾷ ὥρᾳ ἦλθεν ἡ κρίσις σου.’
Reve StatResG 18:11  ¶Καὶ οἱ ἔμποροι τῆς γῆς κλαίουσιν καὶ πενθοῦσιν ἐπʼ αὐτήν, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι–
Reve StatResG 18:12  γόμον χρυσοῦ, καὶ ἀργύρου, καὶ λίθου τιμίου, καὶ μαργαριτῶν, καὶ βυσσίνου, καὶ πορφύρας, καὶ σιρικοῦ, καὶ κοκκίνου, καὶ πᾶν ξύλον θύϊνον, καὶ πᾶν σκεῦος ἐλεφάντινον, καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου, καὶ χαλκοῦ, καὶ σιδήρου, καὶ μαρμάρου,
Reve StatResG 18:13  καὶ κιννάμωμον, καὶ ἄμωμον, καὶ θυμιάματα, καὶ μύρον, καὶ λίβανον, καὶ οἶνον, καὶ ἔλαιον, καὶ σεμίδαλιν, καὶ σῖτον, καὶ κτήνη, καὶ πρόβατα, καὶ ἵππων, καὶ ῥεδῶν, καὶ σωμάτων, καὶ ψυχὰς ἀνθρώπων.
Reve StatResG 18:14  Καὶ ἡ ὀπώρα σου τῆς ἐπιθυμίας τῆς ψυχῆς ἀπῆλθεν ἀπὸ σοῦ, καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπώλετο ἀπὸ σοῦ, καὶ οὐκέτι οὐ μὴ αὐτὰ εὑρήσουσιν.
Reve StatResG 18:15  Οἱ ἔμποροι τούτων οἱ πλουτήσαντες, ἀπʼ αὐτῆς ἀπὸ μακρόθεν στήσονται, διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, κλαίοντες καὶ πενθοῦντες
Reve StatResG 18:16  λέγοντες, ‘Οὐαὶ, οὐαί, ἡ πόλις ἡ μεγάλη, ἡ περιβεβλημένη βύσσινον, καὶ πορφυροῦν, καὶ κόκκινον, καὶ κεχρυσωμένη ἐν χρυσίῳ, καὶ λίθῳ τιμίῳ, καὶ μαργαρίτῃ!
Reve StatResG 18:17  Ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος.’ ¶Καὶ πᾶς κυβερνήτης, καὶ πᾶς ὁ ἐπὶ τόπον πλέων, καὶ ναῦται, καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται, ἀπὸ μακρόθεν ἔστησαν
Reve StatResG 18:18  καὶ ἔκραξαν, βλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς λέγοντες, ‘Τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ;’
Reve StatResG 18:19  Καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ ἔκραξαν, κλαίοντες καὶ πενθοῦντες λέγοντες, ‘Οὐαὶ, οὐαί, ἡ πόλις ἡ μεγάλη, ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἔχοντες τὰ πλοῖα ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητος αὐτῆς! Ὅτι μιᾷ ὥρᾳ ἠρημώθη.’
Reve StatResG 18:20  ¶Εὐφραίνου ἐπʼ αὐτῇ, οὐρανέ, καὶ οἱ ἅγιοι, καὶ οἱ ἀπόστολοι, καὶ οἱ προφῆται, ὅτι ἔκρινεν ὁ ˚Θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς.”
Reve StatResG 18:21  ¶Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς λίθον μέγαν, καὶ ἔβαλεν εἰς τὴν θάλασσαν λέγων, “Οὕτως ὁρμήματι βληθήσεται Βαβυλὼν ἡ μεγάλη πόλις, καὶ οὐ μὴ εὑρεθῇ ἔτι.
Reve StatResG 18:22  Καὶ φωνὴ κιθαρῳδῶν, καὶ μουσικῶν, καὶ αὐλητῶν, καὶ σαλπιστῶν, οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, καὶ πᾶς τεχνίτης πάσης τέχνης οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι, καὶ φωνὴ μύλου οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι,
Reve StatResG 18:23  καὶ φῶς λύχνου οὐ μὴ φάνῃ ἐν σοὶ ἔτι, καὶ φωνὴ νυμφίου καὶ νύμφης οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι· ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς, ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη.
Reve StatResG 18:24  Καὶ ἐν αὐτῇ αἷμα προφητῶν καὶ ἁγίων εὑρέθη, καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς.”