Site uses cookies to provide basic functionality.

OK
ZECHARIAH
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14
Prev Up Next Toggle notes
Chapter 2
Zech LXX 2:1  καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ τέσσαρα κέρατα
Zech LXX 2:2  καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί τί ἐστιν ταῦτα κύριε καὶ εἶπεν πρός με ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ιουδαν καὶ τὸν Ισραηλ
Zech LXX 2:3  καὶ ἔδειξέν μοι κύριος τέσσαρας τέκτονας
Zech LXX 2:4  καὶ εἶπα τί οὗτοι ἔρχονται ποιῆσαι καὶ εἶπεν πρός με ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ιουδαν καὶ τὸν Ισραηλ κατέαξαν καὶ οὐδεὶς αὐτῶν ἦρεν κεφαλήν καὶ εἰσῆλθον οὗτοι τοῦ ὀξῦναι αὐτὰ εἰς χεῖρας αὐτῶν τὰ τέσσαρα κέρατα τὰ ἔθνη τὰ ἐπαιρόμενα κέρας ἐπὶ τὴν γῆν κυρίου τοῦ διασκορπίσαι αὐτήν
Zech LXX 2:5  καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ ἀνὴρ καὶ ἐν τῇ χειρὶ αὐτοῦ σχοινίον γεωμετρικόν
Zech LXX 2:6  καὶ εἶπα πρὸς αὐτόν ποῦ σὺ πορεύῃ καὶ εἶπεν πρός με διαμετρῆσαι τὴν Ιερουσαλημ τοῦ ἰδεῖν πηλίκον τὸ πλάτος αὐτῆς ἐστιν καὶ πηλίκον τὸ μῆκος
Zech LXX 2:7  καὶ ἰδοὺ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ εἱστήκει καὶ ἄγγελος ἕτερος ἐξεπορεύετο εἰς συνάντησιν αὐτῷ
Zech LXX 2:8  καὶ εἶπεν πρὸς αὐτὸν λέγων δράμε καὶ λάλησον πρὸς τὸν νεανίαν ἐκεῖνον λέγων κατακάρπως κατοικηθήσεται Ιερουσαλημ ἀπὸ πλήθους ἀνθρώπων καὶ κτηνῶν ἐν μέσῳ αὐτῆς
Zech LXX 2:9  καὶ ἐγὼ ἔσομαι αὐτῇ λέγει κύριος τεῖχος πυρὸς κυκλόθεν καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς
Zech LXX 2:10  ὦ ὦ φεύγετε ἀπὸ γῆς βορρᾶ λέγει κύριος διότι ἐκ τῶν τεσσάρων ἀνέμων τοῦ οὐρανοῦ συνάξω ὑμᾶς λέγει κύριος
Zech LXX 2:11  εἰς Σιων ἀνασῴζεσθε οἱ κατοικοῦντες θυγατέρα Βαβυλῶνος
Zech LXX 2:12  διότι τάδε λέγει κύριος παντοκράτωρ ὀπίσω δόξης ἀπέσταλκέν με ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς διότι ὁ ἁπτόμενος ὑμῶν ὡς ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ
Zech LXX 2:13  διότι ἰδοὺ ἐγὼ ἐπιφέρω τὴν χεῖρά μου ἐπ’ αὐτούς καὶ ἔσονται σκῦλα τοῖς δουλεύουσιν αὐτοῖς καὶ γνώσεσθε διότι κύριος παντοκράτωρ ἀπέσταλκέν με
Zech LXX 2:14  τέρπου καὶ εὐφραίνου θύγατερ Σιων διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου λέγει κύριος
Zech LXX 2:15  καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἔσονται αὐτῷ εἰς λαὸν καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου καὶ ἐπιγνώσῃ ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς σέ
Zech LXX 2:16  καὶ κατακληρονομήσει κύριος τὸν Ιουδαν τὴν μερίδα αὐτοῦ ἐπὶ τὴν γῆν τὴν ἁγίαν καὶ αἱρετιεῖ ἔτι τὴν Ιερουσαλημ
Zech LXX 2:17  εὐλαβείσθω πᾶσα σὰρξ ἀπὸ προσώπου κυρίου διότι ἐξεγήγερται ἐκ νεφελῶν ἁγίων αὐτοῦ