JAMES
Chapter 4
Jame | StatResG | 4:1 | ¶Πόθεν πόλεμοι καὶ πόθεν μάχαι ἐν ὑμῖν; Οὐκ ἐντεῦθεν ἐκ τῶν ἡδονῶν ὑμῶν, τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν; | |
Jame | StatResG | 4:2 | Ἐπιθυμεῖτε καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε. Οὐκ ἔχετε, διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς· | |
Jame | StatResG | 4:3 | αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε. | |
Jame | StatResG | 4:4 | Μοιχαλίδες! Οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου, ἔχθρα τοῦ ˚Θεοῦ ἐστιν; Ὃς ἐὰν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ ˚Θεοῦ καθίσταται. | |
Jame | StatResG | 4:5 | Ἢ δοκεῖτε ὅτι κενῶς ἡ Γραφὴ λέγει, “Πρὸς φθόνον ἐπιποθεῖ τὸ ˚Πνεῦμα ὃ κατῴκισεν ἐν ἡμῖν;” | |
Jame | StatResG | 4:6 | Μείζονα δὲ δίδωσιν χάριν. Διὸ λέγει, “Ὁ ˚Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν.” | |
Jame | StatResG | 4:8 | Ἐγγίσατε τῷ ˚Θεῷ, καὶ ἐγγιεῖ ὑμῖν. Καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι. | |
Jame | StatResG | 4:9 | Ταλαιπωρήσατε, καὶ πενθήσατε, καὶ κλαύσατε. Ὁ γέλως ὑμῶν εἰς πένθος μετατραπήτω, καὶ ἡ χαρὰ εἰς κατήφειαν. | |
Jame | StatResG | 4:11 | ¶Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί. Ὁ καταλαλῶν ἀδελφοῦ ἢ κρίνων τὸν ἀδελφὸν αὐτοῦ, καταλαλεῖ νόμου καὶ κρίνει νόμον. Εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου, ἀλλὰ κριτής. | |
Jame | StatResG | 4:12 | Εἷς ἐστιν νομοθέτης καὶ κριτής, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι. Σὺ δὲ τίς εἶ, ὁ κρίνων τὸν πλησίον; | |
Jame | StatResG | 4:13 | ¶Ἄγε νῦν, οἱ λέγοντες, “Σήμερον ἢ αὔριον, πορευσόμεθα εἰς τήνδε τὴν πόλιν, καὶ ποιήσομεν ἐκεῖ ἐνιαυτὸν, καὶ ἐμπορευσόμεθα, καὶ κερδήσομεν.” | |
Jame | StatResG | 4:14 | Οἵτινες οὐκ ἐπίστασθε τῆς αὔριον, ποία γὰρ ζωὴ ὑμῶν; Ἀτμὶς γάρ ἐστε, ἡ πρὸς ὀλίγον φαινομένη, ἔπειτα καὶ ἀφανιζομένη. | |
Jame | StatResG | 4:15 | Ἀντὶ τοῦ λέγειν ὑμᾶς, “Ἐὰν ὁ ˚Κύριος θελήσῃ, καὶ ζήσομεν καὶ ποιήσομεν, τοῦτο ἢ ἐκεῖνο.” | |