JAMES
Chapter 2
Jame | StatResG | 2:1 | ¶Ἀδελφοί μου, μὴ ἐν προσωπολημψίαις ἔχετε τὴν πίστιν τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, τῆς δόξης. | |
Jame | StatResG | 2:2 | Ἐὰν γὰρ εἰσέλθῃ εἰς συναγωγὴν ὑμῶν, ἀνὴρ χρυσοδακτύλιος, ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς, ἐν ῥυπαρᾷ ἐσθῆτι, | |
Jame | StatResG | 2:3 | ἐπιβλέψητε δὲ ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπρὰν, καὶ εἴπητε, “Σὺ κάθου ὧδε καλῶς”, καὶ τῷ πτωχῷ εἴπητε, “Σὺ στῆθι ἐκεῖ”, ἢ, “Κάθου ὑπὸ τὸ ὑποπόδιόν μου”, | |
Jame | StatResG | 2:5 | Ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί: οὐχ ὁ ˚Θεὸς ἐξελέξατο τοὺς πτωχοὺς τῷ κόσμῳ, πλουσίους ἐν πίστει, καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν; | |
Jame | StatResG | 2:6 | Ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. Οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια; | |
Jame | StatResG | 2:8 | ¶Εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν, κατὰ τὴν Γραφήν, “Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν”, καλῶς ποιεῖτε. | |
Jame | StatResG | 2:9 | Εἰ δὲ προσωπολημπτεῖτε, ἁμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται. | |
Jame | StatResG | 2:11 | Ὁ γὰρ εἰπών, “Μὴ μοιχεύσῃς”, εἶπεν καί, “Μὴ φονεύσῃς.” Εἰ δὲ οὐ μοιχεύεις, φονεύεις δέ, γέγονας παραβάτης νόμου. | |
Jame | StatResG | 2:14 | ¶Τί ὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις, ἔχειν ἔργα, δὲ μὴ ἔχῃ; Μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν; | |
Jame | StatResG | 2:16 | εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν, “Ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτάζεσθε”, μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τί ὄφελος; | |
Jame | StatResG | 2:18 | ¶Ἀλλʼ ἐρεῖ τις, “Σὺ πίστιν ἔχεις, κἀγὼ ἔργα ἔχω. Δεῖξόν μοι τὴν πίστιν σου χωρὶς τῶν ἔργων, κἀγώ σοι δείξω ἐκ τῶν ἔργων μου τὴν πίστιν.” | |
Jame | StatResG | 2:19 | Σὺ πιστεύεις ὅτι εἷς ἐστιν ὁ ˚Θεός. Καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσιν καὶ φρίσσουσιν. | |
Jame | StatResG | 2:21 | Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον; | |
Jame | StatResG | 2:22 | Βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ, καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη. | |
Jame | StatResG | 2:23 | Καὶ ἐπληρώθη ἡ Γραφὴ ἡ λέγουσα, “Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ ˚Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην”, καὶ φίλος ˚Θεοῦ ἐκλήθη. | |
Jame | StatResG | 2:25 | Ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη, ὑποδεξαμένη τοὺς ἀγγέλους καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα; | |